Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

75.2 Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι κοινῇ μετὰ τῶν συμμάχων πεποιημένοι σπονδὰς καὶ διαλύσεις, χωρὶς τῶν συμμαχίδων πόλεων συνέθεντο συμμαχίαν. τοῦτο δὲ πράξαντες εἰς ὑπόνοιαν ἦλθον ὡς ἐπὶ καταδουλώσει τῶν ἄλλων Ἑλλήνων ἰδίᾳ πεποιημένοι συμμαχίαν.
77.7 τηλικούτων δʼ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους.
19.7 ἐπιχειρούντων δὲ τῶν ἀπὸ Ῥόδου νεῶν παραβοηθεῖν τοῖς ἰδίοις ἐπιπλεύσας ὁ Πολύκλειτος ἄφνω συντεταγμένῳ τῷ στόλῳ ῥᾳδίως ἐτρέψατο τεταραγμένους τοὺς πολεμίους. διόπερ συνέβη τάς τε ναῦς ἁλῶναι πάσας καὶ τῶν ἀνδρῶν οὐκ ὀλίγους, ἐν οἷς καὶ αὐτὸν τὸν Θεόδοτον τραυματίαν γενόμενον μετʼ ὀλίγας ἡμέρας τελευτῆσαι.
75.3 διόπερ αἱ μέγισται τῶν πόλεων διεπρεσβεύοντο πρὸς ἀλλήλας καὶ συνδιελέγοντο περὶ ὁμονοίας καὶ συμμαχίας κατὰ τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων. ἦσαν δὲ προεστῶσαι πόλεις ταύτης αἱ δυνατώταται τέτταρες, Ἄργος, Θῆβαι, Κόρινθος, Ἦλις.
77.8 ὁ δὲ Βέλεσυς ἐν ὑπαίθρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθʼ ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήθειαν καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμεγέθη εἰς τοὐναντίον· ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς θεούς. καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme