Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

68.5 ἀκούσας δὲ τὴν Ἀλεξάνδρου μετάθεσιν καὶ θεωρῶν μηδὲν ὑπάρχον πολέμιον σύστημα τὸν πλοῦν ἐπὶ Παμφυλίας ἐποιήσατο. ἐντεῦθεν δὲ παρακομισθεὶς εἰς Ἀφροδισιάδα τῆς Κιλικίας, ὡς ἤκουσεν ὅτι Θεόδοτος μὲν ὁ Ἀντιγόνου ναύαρχος ἐκ Πατάρων τῆς Δυκίας παραπλεῖ ταῖς ἀπὸ Ῥόδου ναυσίν, ἐχούσαις ἀπὸ Καρίας πληρώματα, καὶ διότι περίλαος μετὰ στρατιωτῶν παράγει πεζῇ, παρεχόμενος τῷ στόλῳ τῆς ἀγωγῆς τὴν ἀσφάλειαν, ἀμφοτέρους κατεστρατήγησε.
75.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀριστίωνος Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Αὖλον Κορνήλιον Κόσσον. ἐπὶ δὲ τούτων ἄρτι τοῦ πολέμου τοῦ Πελοποννησιακοῦ καταλελυμένου πάλιν ταραχαὶ καὶ κινήσεις πολεμικαὶ συνέβησαν κατὰ τὴν Ἑλλάδα διὰ τοιαύτας τινὰς αἰτίας.
76.6 γενομένης οὖν τρίτης παρατάξεως πάλιν ὁ βασιλεὺς ἐνίκησε, καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας· συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρότατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα τῶν Ἀσσυρίων γενέσθαι τραυματίαν.
68.6 τοὺς μὲν γὰρ στρατιώτας ἀποβιβάσας ἔκρυψεν ἐν εὐθέτῳ τόπῳ, καθʼ ὃν ἀναγκαῖον ἦν τοὺς πολεμίους τὴν πάροδον ποιήσασθαι, αὐτὸς δὲ πάσαις ταῖς ναυσὶν ἐπιπλεύσας καὶ πρὸ αὑτοῦ λαβὼν ἀκρωτήριον ἐπετήρει τὴν τῶν πολεμίων παρουσίαν. ἐμπεσόντων δὲ πρῶτον τῶν πεζῶν εἰς τὴν ἐνέδραν συνέβη τόν τε περίλαον ἁλῶναι καὶ τῶν ἄλλων τοὺς μὲν πεσεῖν μαχομένους, οὓς δὲ ζωγρηθῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme