Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

70.1 Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατʼ ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων, ὑπʼ ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν.
17.7 κατὰ τοῦτον δὲ τὸν καιρὸν πρὸς Ἀντίγονον κατέπλευσαν ἐξ Ἑλλησπόντου ναῦς τεσσαράκοντα Θεμίσωνος ναυαρχοῦντος· ὁμοίως δὲ ἐξ Ἑλλησπόντου καὶ Ῥόδου κατήγαγε σκάφη Διοσκουρίδης ὀγδοήκοντα.
68.8 Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπʼ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα· τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος.
70.2 ἦν δʼ οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δʼ ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους. ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίας τε καὶ μαντικῆς προέλεγε τοῖς πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως· διὸ καὶ θαυμαζόμενος ἐπὶ τούτοις τῷ στρατηγῷ τῶν Μήδων ὄντι φίλῳ προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος.
66.8 προϋπῆρχον δʼ αὐτῷ κατηρτισμέναι ναῦς τῶν ἐν Φοινίκῃ ναυπηγηθεισῶν αἱ πρῶται συντελεσθεῖσαι· αὗται δʼ ἦσαν σὺν ταῖς ἐν Τύρῳ καταληφθείσαις ἑκατὸν καὶ εἴκοσιν, ὥστε τὰς πάσας περὶ αὐτὸν ἠθροῖσθαι ναῦς μακρὰς ἐξηρτυμένας διακοσίας τεσσαράκοντα· τούτων δʼ ἦσαν τετρήρεις μὲν ἐννενήκοντα πεντήρεις δὲ δέκα, ἐννήρεις δὲ τρεῖς, δεκήρεις δὲ δέκα, ἄφρακτοι δὲ τριάκοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme