Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

17.5 ἔδοξεν οὖν αὐτοῖς Πολύκλειτον μετὰ πεντήκοντα νεῶν πλεῖν εἰς Πελοπόννησον καὶ διαπολεμεῖν τοῖς περὶ Ἀριστόδημον καὶ Ἀλέξανδρον, ἔτι δὲ Πολυπέρχοντα, Μυρμιδόνα δὲ καὶ τοὺς ξένους εἰς Καρίαν, βοηθήσοντας τοῖς περὶ τὸν Κάσανδρον πολεμουμένοις ὑπὸ Πτολεμαίου τοῦ στρατηγοῦ, τοὺς δὲ περὶ τὸν Σέλευκον καὶ Μενέλαον ὑπολειφθέντας ἐν Κύπρῳ μετὰ Νικοκρέοντος τοῦ βασιλέως καὶ τῶν ἄλλων τῶν συμμαχούντων διαπολεμεῖν τοῖς ἐναντιουμένοις.
72.6 τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι. γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους.
69.4 τοιοῦτος δʼ ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων.
17.6 τοῦτον δὲ τὸν τρόπον τῆς δυνάμεως διαμερισθείσης οἱ περὶ Σέλευκον Κερυνίαν μὲν καὶ Λάπιθον ἐξεπολιόρκησαν, Στασίοικον δὲ τὸν βασιλέα τῶν Μαριέων προσαγαγόμενοι τὸν Ἀμαθουσίων δυνάστην ἠνάγκασαν ὅμηρα δοῦναι, τὴν δὲ τῶν Κιτίων πόλιν οὐ δυνάμενοι προσαγαγέσθαι συνεχῶς ἐπολιόρκουν πάσῃ τῇ δυνάμει.
72.7 κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε. διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme