Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

20.6 μετὰ δὲ τὴν μάχην οἱ μὲν Βοιωτοὶ τῷ Δηλίῳ προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὸ χωρίον· τῶν δὲ φρουρούντων τὸ Δήλιον οἱ πλείους μὲν μαχόμενοι γενναίως ἀπέθανον, διακόσιοι δὲ ἥλωσαν· οἱ δὲ λοιποὶ κατέφυγον εἰς τὰς ναῦς, καὶ διεκομίσθησαν μετὰ τῶν ἄλλων εἰς τὴν Ἀττικήν. Ἀθηναῖοι μὲν οὖν ἐπιβουλεύσαντες τοῖς Βοιωτοῖς τοιαύτῃ συμφορᾷ περιέπεσον.
22.1 τὰ δʼ ὀνόματα πάντα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν ὧν ἕκαστος ἐβασίλευσεν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπʼ αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον. μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπʼ Ἀσσυρίων,
61.3 συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ. εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους. ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα·
71.1 κατὰ δὲ τὴν Ἀσίαν Ξέρξης ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἐνιαυτόν, ὡς δʼ ἔνιοι γράφουσι, μῆνας δύο· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ ἀδελφὸς Σογδιανὸς ἦρξε μῆνας ἑπτά. τοῦτον δʼ ἀνελὼν Δαρεῖος ἐβασίλευσεν ἔτη δεκαεννέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme