Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

14.2 ἀκούσας δὲ ταῦτα τρισχιλίους μὲν στρατιώτας καὶ στρατηγὸν Ἀνδρόνικον κατέλιπεν ἐπὶ τῆς πολιορκίας, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τήν τʼ Ἰόππην καὶ Γάζαν ἀπειθούσας κατὰ κράτος εἷλε καὶ τοὺς μὲν καταληφθέντας Πτολεμαίου στρατιώτας ἐπιδιεῖλεν εἰς τὰς ἰδίας τάξεις, εἰς δὲ τὰς πόλεις παρεισήγαγε φρουρὰν τὴν ἀναγκάσουσαν πειθαρχεῖν τοὺς ἐνοικοῦντας.
19.6 ταύτας δὲ χειρωσάμενος ἐστράτευσεν ἐπὶ πόλιν Τορώνην, ἄποικον μὲν Χαλκιδέων, κατεχομένην δὲ ὑπʼ Ἀθηναίων. προδιδόντων δέ τινων τὴν πόλιν, ὑπὸ τούτων εἰσαχθεὶς νυκτὸς ἐκράτησε τῆς Τορώνης ἄνευ κινδύνων. τὰ μὲν οὖν κατὰ τὸν Βρασίδαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
71.4 τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευθεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένθʼ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας.
14.3 αὐτὸς δʼ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν. Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπʼ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου.
69.1 ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας. τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme