Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

67.1 Βρασίδας δὲ δύναμιν ἱκανὴν ἀναλαβὼν ἔκ τε Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων ἀνέζευξεν ἐπὶ Μέγαρα. καταπληξάμενος δὲ τοὺς Ἀθηναίους, τούτους μὲν ἐξέβαλεν ἐκ τῆς Νισαίας, τὴν δὲ πόλιν τῶν Μεγαρέων ἐλευθερώσας ἀποκατέστησεν εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως διὰ Θετταλίας τὴν πορείαν ποιησάμενος ἧκεν εἰς Δῖον τῆς Μακεδονίας.
69.4 ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῷ προτερήματι δεξιῶς χρησαμένη τοὺς Ἰνδοὺς ἐτρέψατο. ὧν φυγόντων πρὸς τὴν φάλαγγα Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε καταπληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατʼ αὐτὸν τυχικῶς τεταγμένην.
61.4 Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.
18.2 ἐκεῖθεν δὲ παρελθὼν εἰς Ἄκανθον συνεμάχησε τοῖς Χαλκιδεῦσι. καὶ πρώτην μὲν τὴν Ἀκανθίων πόλιν τὰ μὲν καταπληξάμενος, τὰ δὲ καὶ λόγοις φιλανθρώποις πείσας ἐποίησεν ἀποστῆναι τῶν Ἀθηναίων· ἔπειτα πολλοὺς καὶ τῶν ἄλλων τῶν ἐπὶ Θρᾴκης κατοικούντων προετρέψατο κοινωνεῖν τῆς τῶν Λακεδαιμονίων συμμαχίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme