Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

29.6 ἐν ὀλίγαις δʼ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.
arg. κατάπλους ἐξ Ἀθηνῶν Δημοσθένους καὶ Εὐρυμέδοντος μετὰ δυνάμεως ἀξιολόγου.
81.1 κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφʼ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δʼ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει,
arg. μάχη μεγάλη περὶ τὰς Ἐπιπολὰς καὶ νίκη Συρακοσίων.
81.2 βέβαιος ὢν φίλος Ἀντιγόνῳ. δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετʼ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην.
arg. δρασμὸς τῶν Ἀθηναίων καὶ ἅλωσις τῆς πάσης δυνάμεως.
30.3 ἐφʼ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον.
arg. ὡς Συρακόσιοι συνελθόντες εἰς ἐκκλησίαν προέθηκαν βουλήν, πῶς χρηστέον τοῖς αἰχμαλώτοις.
30.4 οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα.
arg. οἱ ῥηθέντες λόγοι πρὸς ἑκάτερον μέρος τῆς ὑποθέσεως.
30.5 περὶ ταῦτα δʼ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν· εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην δὲ περιχαρακώσας, καθʼ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο. ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον.
arg. τὰ ψηφισθέντα τοῖς Συρακοσίοις περὶ τῶν αἰχμαλώτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme