Book 5
57.4
Δημοσθένης δὲ περὶ τὴν Ἀκαρνανίαν διατρίβων περιέτυχεν Ἀμπρακιώταις χιλίοις στρατοπεδεύουσι, πρὸς οὓς συνάψας μάχην σχεδὸν πάντας ἀνεῖλε. τῶν δʼ ἐκ τῆς Ἀμπρακίας ἐπεξελθόντων πανδημεί, πάλιν ὁ Δημοσθένης τοὺς πλείους αὐτῶν ἀπέκτεινεν, ὥστε τὴν πόλιν σχεδὸν ἔρημον γενέσθαι.
14.2
εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφʼ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπʼ ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.
55.4
τῆς δὲ Ὀλυμπιάδος οὐ φαμένης φεύξεσθαι, τοὐναντίον δʼ ἑτοίμης οὔσης ἐν πᾶσι Μακεδόσι κριθῆναι ὁ Κάσανδρος φοβηθεὶς μήποτε τὸ πλῆθος ἀκοῦον τῆς βασιλίσσης ἀπολογουμένης καὶ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου πρὸς ἅπαν ἔθνος εὐεργεσιῶν ἀναμιμνησκόμενον μετανοήσῃ, διακοσίους τῶν στρατιωτῶν τοὺς ἐπιτηδειοτάτους ἀπέστειλε πρὸς αὐτήν, προστάξας ἀνελεῖν τὴν ταχίστην.
12.5
ὁ μὲν οὖν Δημοσθένης ᾤετο δεῖν ἐκπολιορκῆσαι τὴν Ἀμπρακίαν, ἐλπίζων διὰ τὴν ἐρημίαν τῶν ἀμυνομένων ῥᾳδίως αὐτὴν αἱρήσειν. οἱ δʼ Ἀκαρνᾶνες φοβούμενοι μὴ τῆς πόλεως Ἀθηναῖοι κυριεύσαντες βαρύτεροι πάροικοι γένωνται τῶν Ἀμπρακιωτῶν, οὐκ ἔφασαν ἀκολουθεῖν.
14.3
μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον πᾶσαν ἐπῆλθε καὶ τῆς Λιβύης τὰ πλεῖστα καταστρεψαμένη παρῆλθεν εἰς Ἄμμωνα, χρησομένη τῷ θεῷ περὶ τῆς ἰδίας τελευτῆς. λέγεται δʼ αὐτῇ γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι καὶ κατὰ κατὰ τὴν Ἀσίαν παρʼ ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς· ὅπερ ἔσεσθαι καθʼ ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῇ Νινύας ἐπιβουλεύσῃ.