Book 5
89.1
ἐπεὶ δὲ περὶ τῶν θεῶν τούτων ἐμνήσθημεν, οὐκ ἄξιόν ἐστι παραλιπεῖν τὴν περὶ τὸ ἱερὸν ἀρχαιότητά τε καὶ τὴν ἀπιστίαν καὶ τὸ σύνολον τὸ περὶ τοὺς ὀνομαζομένους κρατῆρας ἰδίωμα. μυθολογοῦσι γὰρ τὸ τέμενος τοῦτο διαφέρειν τῶν ἄλλων ἀρχαιότητι καὶ σεβασμῷ, πολλῶν ἐν αὐτῷ παραδόξων παραδεδομένων.
88.8
ἀπελθὼν οὖν βούλεσθαι καθαρὸς παντὸς μύσους ἀποδοῦναι τὸ ζῆν τῇ πεπρωμένῃ μᾶλλον ἢ λυπῶν τὸν κύριον καὶ μιάνας ἀσεβεῖ φόνῳ τὸν ἴδιον βίον ἄρχειν τῆς Αἰγύπτου· καὶ πέρας τοῖς ἐγχωρίοις ἀποδοὺς τὴν βασιλείαν ἐπανῆλθεν εἰς τὴν Αἰθιοπίαν.
arg.
λε. ὡς οὗτος μὲν παραλαβὼν τὴν ἡγεμονίαν τυραννικῶς ἄρχων διεγένετο, οἱ δʼ Ἀκραγαντῖνοι τὴν εἰρήνην ἐποιήσαντο πρὸς τὸν δυνάστην.
89.2
πρῶτον μὲν γὰρ κρατῆρές εἰσι τῷ μεγέθει μὲν οὐ κατὰ πᾶν μεγάλοι, πηγὰς δʼ ἐξαισίους ἀναβάλλοντες ἐξ ἀμυθήτου τε βυθοῦ καὶ παραπλήσιον ἔχοντες τὴν φύσιν τοῖς λέβησι τοῖς ὑπὸ πυρὸς πολλοῦ καομένοις καὶ τὸ ὕδωρ διάπυρον ἀναβάλλουσιν.
66.1
ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπʼ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταραχὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων δώδεκα· συνεδρεύσαντες δὲ ἐν Μέμφει καὶ συνθήκας γραψάμενοι περὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας καὶ πίστεως ἀνέδειξαν ἑαυτοὺς βασιλεῖς.
arg.
λς. τὰ πραχθέντα Ῥωμαίοις περὶ τὴν Ἰαπυγίαν.
8.3
ἔμφασιν μὲν οὖν ἔχει τὸ ἀναβαλλόμενον ὕδωρ ὡς ὑπάρχει διάπυρον, οὐ μὴν ἀκριβῆ τὴν ἐπίγνωσιν ἔχει διὰ τὸ μηδένα τολμᾶν ἅψασθαι τούτου· τηλικαύτην γὰρ ἔχει κατάπληξιν ἡ τῶν ὑγρῶν ἀναβολὴ ὥστε δοκεῖν ὑπὸ θείας τινὸς ἀνάγκης γίνεσθαι τὸ συμβαῖνον.