Book 5
4.5
ὁ δʼ οὖν Ἀντίγονος ὁρῶν τὸν Πευκέστην παρὰ τοῖς Πέρσαις μεγάλης ἀποδοχῆς τυγχάνοντα τὸ μὲν πρῶτον παρείλετο τὴν σατραπείαν αὐτοῦ. τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος ὡς οὐχ ὑπακουσομένων Περσῶν ἑτέρῳ, τοῦτον μὲν ἀπέκτεινεν, Ἀσκληπιόδωρον δὲ κατέστησε τῆς Περσίδος ὕπαρχον καὶ τοὺς ἱκανοὺς στρατιώτας παρέδωκεν· Πευκέστην δʼ εἰς ἄλλας ἐλπίδας ἀγαγὼν καὶ κενῶς μετεωρίσας ἐξήγαγεν ἐκ τῆς χώρας.
54.2
ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες.
59.6
αἱ δὲ σύριγγες τὰ φῶτα δεχόμεναι ταῖς δι’ ἀλλήλων ὑπεροχαῖς πολλὰς καὶ παντοδαπὰς εἶχον διαίτας βασιλικάς· μία δʼ ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα καὶ πρὸς τὰς ἐπαντλήσεις τῶν ὑδάτων ὄργανα, διʼ ὧν ἀνεσπᾶτο πλῆθος ὕδατος ἐκ τοῦ ποταμοῦ, μηδενὸς τῶν ἔξωθεν τὸ γινόμενον συνιδεῖν δυναμένου. οὗτος μὲν οὖν ὁ παράδεισος, ὡς προεῖπον, ὕστερον κατεσκευάσθη.
51.6
ποιουμένου δʼ αὐτοῦ τὴν πορείαν ἐπὶ Σούσων ἀπήντησεν αὐτῷ ἐπὶ τῷ Πασιτίγρι ποταμῷ Ξενόφιλος ὁ κυριεύων τῶν ἐν Σούσοις χρημάτων, ἀπεσταλμένος ὑπὸ Σελεύκου πᾶν ποιῆσαι τὸ προστασσόμενον. τοῦτον μὲν οὖν προσδεξάμενος προσεποιεῖτο τιμᾶν ἐν τοῖς μεγίστοις τῶν φίλων, εὐλαβούμενος μὴ μετανοήσας πάλιν αὐτὸν ἀποκλείσῃ·