Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

80.5 τοῦ πράξαντος δʼ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν· ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.
72.4 συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται. πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθʼ ἑτέρων εἰς Ἀγρίνιον.
78.5 ἐπανελθόντων δὲ τῶν στρατοπέδων ἀπράκτων εἰς τὴν οἰκείαν, διʼ ὀργῆς εἶχον αἱ πόλεις ἀμφότεραι τοὺς συνθεμένους τὰς σπονδὰς στρατηγούς. διόπερ οἱ μὲν Ἀργεῖοι τοῖς λίθοις βάλλοντες τοὺς ἡγεμόνας ἀποκτείνειν ἐπεχείρησαν, καὶ μόγις μεταξὺ πολλῆς δεήσεως τὸ ζῆν συνεχώρησαν, τὴν δʼ οὐσίαν αὐτῶν δημεύσαντες κατέσκαψαν τὰς οἰκίας.
80.6 διαβοηθείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν.
72.5 ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο.
73.6 οἱ δὲ Λακεδαιμόνιοι τὸν Ἆγιν ἐπεβάλοντο μὲν κολάζειν, ἐπαγγειλαμένου δʼ αὐτοῦ διὰ τῶν καλῶν ἔργων διορθώσασθαι τὴν ἁμαρτίαν, μόγις συνεχώρησαν, εἰς δὲ τὸν λοιπὸν χρόνον ἑλόμενοι δέκα ἄνδρας τοὺς συνετωτάτους, παρακατέστησαν συμβούλους καὶ προσέταξαν μηδὲν ἄνευ τῆς τούτων γνώμης πράττειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme