Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

46.2 ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται. ταῦτα δʼ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας· μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρʼ Ἀλεξάνδρῳ προαγωγῆς διʼ ἀρετὴν τετευχότα καὶ κατʼ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον.
7.5 τούτων δʼ ἡγούμενος Πάχης ὁ Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.
54.2 εἰς ταύτην δʼ ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ τάδε βασιλείων εἰς θάτερα διώρυχα· ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτῳ κατέχρισεν ἡψημένῃ, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων. τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δʼ ὕψος χωρὶς τῆς καμφθείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν πεντεκαίδεκα.
46.3 ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δʼ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme