Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

51.1 τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι.
6.4 μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες. τὰς μὲν οὖν ἄλλας ὁ Νίνος ἐχειρώσατο ῥᾳδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῇ παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν.
45.5 ταχὺ δʼ αὐτοῦ τὸ προσταχθὲν συντελοῦντος οἱ Μακεδόνες εἰς πλινθίον ἑαυτοὺς ποιήσαντες ἀσφαλῶς ἀπεχώρησαν ἐπὶ τὸν ποταμὸν καὶ τῶν περὶ τὸν Πευκέστην κατηγόρουν ὡς αἰτίων γεγενημένων τῆς τῶν ἱππέων ἥττης. καταντησάντων δὲ καὶ τῶν περὶ τὸν Εὐμενῆ περὶ λύχνων ἁφὰς συνελθόντες ἐβουλεύοντο τί χρὴ πράττειν.
51.2 τὸ δʼ αὐτὸ καὶ τῶν Χαλκιδέων ποιησάντων, Σιτάλκης πυθόμενος τοὺς Ἕλληνας ἁδρὰς δυνάμεις συνηθροικέναι καὶ τοὺς στρατιώτας ὑπὸ τοῦ χειμῶνος ἐνοχλουμένους ἐννοούμενος, πρὸς μὲν τὸν Περδίκκαν διαλυσάμενος ἐπιγαμίας ἐποιήσατο, τὰς δὲ δυνάμεις ἀπήγαγεν εἰς τὴν Θρᾴκην.
51.5 πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, ὁ τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνθρωπον. ἡ δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme