Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

50.1 περὶ δὲ τοὺς αὐτοὺς χρόνους Σιτάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς παρειλήφει μὲν βασιλείαν ὀλίγην χώραν, διὰ δὲ τὴν ἰδίαν ἀνδρείαν καὶ σύνεσιν ἐπὶ πολὺ τὴν δυναστείαν ηὔξησεν, ἐπιεικῶς μὲν ἄρχων τῶν ὑποτεταγμένων, ἀνδρεῖος δʼ ὢν ἐν ταῖς μάχαις καὶ στρατηγικός, ἔτι δὲ τῶν προσόδων μεγάλην ποιούμενος ἐπιμέλειαν. τὸ δὲ τέλος ἐπὶ τοσοῦτον δυνάμεως προῆλθεν, ὥστε χώρας ἄρξαι πλείστης τῶν πρὸ αὐτοῦ βασιλευσάντων κατὰ τὴν Θρᾴκην.
50.4 συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων.
97.5 Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
3.2 ἡ μὲν γὰρ παραθαλάττιος αὐτῆς ἀπὸ τῆς Ἀβδηριτῶν χώρας τὴν ἀρχὴν ἔχουσα διέτεινε μέχρι τοῦ Ἴστρου ποταμοῦ, ἀπὸ δὲ θαλάττης εἰς τὸ μεσόγειον πορευομένῳ τοσοῦτον εἶχε διάστημα, ὥστε πεζὸν εὔζωνον ὁδοιπορῆσαι ἡμέρας δέκα τρεῖς. τηλικαύτης δὲ χώρας βασιλεύων ἐλάμβανε προσόδους καθʼ ἕκαστον ἐνιαυτὸν πλείω χιλίων ταλάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme