Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

80.1 Ἀθηναῖοι δὲ πυθόμενοι τοὺς Λακεδαιμονίους τὸν μὲν πρὸς Φωκεῖς πόλεμον καταλελυκέναι, αὐτοὺς δὲ μέλλειν τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι, ἔγνωσαν ἐπιθέσθαι κατὰ τὴν ὁδοιπορίαν τοῖς Λακεδαιμονίοις. ἐστράτευσαν οὖν ἐπʼ αὐτούς, παραλαβόντες τοὺς Ἀργείους καὶ Θετταλούς· καὶ πεντήκοντα μὲν ναυσί, στρατιώταις δὲ μυρίοις καὶ τετρακισχιλίοις ἐπιβαλοῦντες αὐτοῖς κατελάβοντο τὰς περὶ τὴν Γεράνειαν παρόδους.
80.3 διόπερ ῥᾳδίως αὐτοῦ χειρωθέντος ἡ μὲν Αἴγυπτος ἔπεσεν ὑπὸ τὴν τῶν Αἰθιόπων βασιλείαν, ὁ δʼ Ἀκτισάνης ἀνθρωπίνως ἐνέγκας τὴν εὐτυχίαν ἐπιεικῶς προσεφέρετο τοῖς ὑποτεταγμένοις·
80.2 Λακεδαιμόνιοι δὲ πυνθανόμενοι τὰ κατὰ τοὺς Ἀθηναίους παρῆλθον τῆς Βοιωτίας εἰς Τάναγραν. τῶν δὲ Ἀθηναίων παραγενομένων εἰς τὴν Βοιωτίαν καὶ παρατάξεως γενομένης, ἰσχυρὰ συνέστη μάχη· καὶ τῶν μὲν Θετταλῶν μεταβαλομένων ἐν τῇ μάχῃ πρὸς τοὺς Λακεδαιμονίους, τῶν δὲ Ἀθηναίων καὶ τῶν Ἀργείων οὐδὲν ἧττον διαγωνιζομένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρʼ ἀμφοτέροις, νυκτὸς δʼ ἐπιλαβούσης διελύθησαν.
80.4 ὅτε δὴ καὶ συνετέλεσεν ἴδιόν τι περὶ τοὺς λῃστάς, οὔτε θανατώσας τοὺς ἐνόχους οὔτε ὁλοσχερῶς ἀφεὶς ἀτιμωρήτους·
80.3 μετὰ δὲ ταῦτα τοῖς Ἀθηναίοις κομιζομένης ἀγορᾶς πολλῆς ἐκ τῆς Ἀττικῆς, οἱ Θετταλοὶ κρίναντες ἐπιθέσθαι ταύτῃ καὶ αὐτῆς ὥρας δειπνοποιησάμενοι νυκτὸς ἀπήντων τοῖς κομίζουσι τὰς ἀγοράς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme