Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

70.8 πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, τοσούτου πλήθους εἰς ἕνα καὶ στενὸν βιαζομένου τόπον οἱ μὲν τῆς βασιλίσσης ὑπʼ ἀλλήλων ἀπέθνησκον συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων ὠσμὸς ἐγίνετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωθουμένους ἐφʼ ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν.
58.3 τὸ δʼ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δʼ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος.
68.1 διὸ καὶ θαρρήσας τῷ πλήθει τῶν στρατιωτῶν ἐστράτευσεν ἐπὶ τὴν καλουμένην Ἀμφίπολιν. ταύτην δὲ τὴν πόλιν πρότερον μὲν ἐπεχείρησεν οἰκίζειν Ἀρισταγόρας ὁ Μιλήσιος, φεύγων Δαρεῖον τὸν βασιλέα τῶν Περσῶν·
70.9 ἡ δὲ Σεμίραμις, ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς τὴν γέφυραν· ὧν λυθέντων ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα μέρη καὶ συχνοὺς ἐφʼ ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέφθειρε, τῇ δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν πολεμίων ἐπʼ αὐτὴν διάβασιν.
58.4 ναυπηγεῖα δʼ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.
68.2 ἐκείνου δὲ τελευτήσαντος, καὶ τῶν οἰκητόρων ἐκπεσόντων ὑπὸ Θρᾳκῶν τῶν ὀνομαζομένων Ἠδωνῶν, μετὰ ταῦτα ἔτεσι δυσὶ πρὸς τοῖς τριάκοντα Ἀθηναῖοι μυρίους οἰκήτορας εἰς αὐτὴν ἐξέπεμψαν. ὁμοίως δὲ καὶ τούτων ὑπὸ Θρᾳκῶν διαφθαρέντων περὶ Δράβησκον, διαλιπόντες ἔτη δύο πάλιν ἀνεκτήσαντο τὴν πόλιν Ἅγνωνος ἡγουμένου.
70.10 μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημιῶν αὐτῷ γενομένων καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme