Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

46.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον. ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν.
46.8 μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους· διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.
94.4 τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
46.2 ὁ δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς. οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν· μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει. προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθʼ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν.
49.9 ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme