Book 5
98.5
μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
46.7
ὁ δʼ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν· κατʼ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι· ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.
40.3
πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ. ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν. διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.