Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

44.2 Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν.
1.1 ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
39.3 ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχʼ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπʼ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς.
44.3 Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον. Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν. οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme