Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

60.2 Κτησίας δʼ ὁ Κνίδιος ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα ταριχεύεσθαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσθαι γυμνοῖς τοῖς σώμασι· κατακαυθήσεσθαι γὰρ ταῦτα καὶ λυμανθέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν.
7.3 πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ.
58.3 οὗτοι μὲν οὖν ἡγουμένου Θρασυμήδους πλησίον τῆς Πύλου κατεστρατοπέδευσαν. ἐμπεσούσης δὲ ὁρμῆς τῷ πλήθει πάντα κίνδυνον ὑπομένειν καὶ βίᾳ χειρώσασθαι τὴν Πύλον, τὰς μὲν ναῦς ἀντιπρῴρους ἔστησαν τῷ στόματι τοῦ λιμένος, ὅπως διὰ τούτων ἐμφράξωσι τὸν εἴσπλουν τῶν πολεμίων, πεζῇ δʼ ἐκ διαδοχῆς προσβάλλοντες τῷ τείχει καὶ φιλοτιμίαν τὴν μεγίστην εἰσφερόμενοι θαυμασίους ἀγῶνας συνεστήσαντο.
60.3 διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον· τοῦ δὲ κατασκευάσματος τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφωμοιωμένον τῷ τετελευτηκότι.
7.4 ὁ δὲ Κάσανδρος διεγνώκει μὲν ἀνελεῖν Ἀλεξάνδρου τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην, ἵνα μηδεὶς ᾖ διάδοχος τῆς βασιλείας· κατὰ δὲ τὸ παρὸν θεωρῆσαι βουλόμενος τοὺς τῶν πολλῶν λόγους, τίνες ἔσονται περὶ τῆς Ὀλυμπιάδος ἀναιρέσεως, ἅμα δʼ οὐδὲν πεπυσμένος τῶν περὶ Ἀντίγονον τὴν μὲν Ῥωξάνην μετὰ τοῦ παιδὸς εἰς φυλακὴν παρέδωκε, μεταγαγὼν εἰς τὴν ἄκραν τὴν ἐν Ἀμφιπόλει, τάξας τε ἐπʼ αὐτῆς Γλαυκίαν τινὰ τῶν πιστευομένων· ἀπέσπασε δὲ καὶ τοὺς εἰωθότας παῖδας συντρέφεσθαι καὶ τὴν ἀγωγὴν οὐκέτι βασιλικήν, ἀλλʼ ἰδιώτου τοῦ τυχόντος οἰκείαν ἐκέλευε γίνεσθαι.
58.4 εἰς δὲ τὴν νῆσον τὴν καλουμένην Σφακτηρίαν, παρατεταμένην δʼ ἐπὶ μῆκος καὶ ποιοῦσαν εὔδιον τὸν λιμένα, διεβίβασαν τοὺς ἀρίστους τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων. τοῦτο δʼ ἔπραξαν φθάσαι βουλόμενοι τοὺς Ἀθηναίους προκαταλαβέσθαι τὴν νῆσον, εὐφυῶς σφόδρα κειμένην πρὸς τὴν πολιορκίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme