Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

60.2 οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν.
62.8 ἦν δʼ ἡ διῶρυξ τὸ μὲν πλάτος ποδῶν πεντεκαίδεκα, τὸ δʼ ὕψος τετταράκοντα· διʼ ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος. ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῇ Μηδίᾳ.
51.2 ὧν ποιησάντων τὸ προσταχθὲν καὶ τῆς μὲν Ὀλυμπιάδος οὔτε παρούσης οὔτε ἐχούσης τοὺς ἀπολογησομένους οἱ μὲν Μακεδόνες κατεγίνωσκον αὐτῆς θάνατον, ὁ δὲ Κάσανδρος πέμψας τινὰς τῶν φίλων πρὸς τὴν Ὀλυμπιάδα συνεβούλευε λάθρᾳ φυγεῖν, ἐπαγγελλόμενος αὐτῇ ναῦν παρασκευάσειν καὶ διακομιεῖν εἰς τὰς Ἀθήνας.
60.3 μετὰ δὲ ταῦτα στρατεύσαντες ἐπὶ τὴν ὀνομαζομένην Μολυκρίαν εἷλον τὴν πόλιν. ὁ δὲ τῶν Ἀθηναίων στρατηγὸς Δημοσθένης εὐλαβούμενος μὴ καὶ τὴν Ναύπακτον ἐκπολιορκήσωσι, χιλίους ὁπλίτας ἐξ Ἀκαρνανίας μεταπεμψάμενος ἀπέστειλεν εἰς τὴν Ναύπακτον.
14.1 μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν. πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας πέτρας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα, ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.
55.3 τοῦτο δʼ ἔπραττεν οὐ τῆς σωτηρίας προνοούμενος, ἀλλʼ ἵνα καθʼ αὑτῆς φυγὴν καταγνοῦσα καὶ διαφθαρεῖσα κατὰ τὸν πλοῦν δόξῃ δικαίᾳ περιπεπτωκέναι τιμωρίᾳ· εὐλαβεῖτο γὰρ ἅμα καὶ τὸ περὶ αὐτὴν ἀξίωμα καὶ τὸ τῶν Μακεδόνων εὐμετάβολον.
57.4 Δημοσθένης δὲ περὶ τὴν Ἀκαρνανίαν διατρίβων περιέτυχεν Ἀμπρακιώταις χιλίοις στρατοπεδεύουσι, πρὸς οὓς συνάψας μάχην σχεδὸν πάντας ἀνεῖλε. τῶν δʼ ἐκ τῆς Ἀμπρακίας ἐπεξελθόντων πανδημεί, πάλιν ὁ Δημοσθένης τοὺς πλείους αὐτῶν ἀπέκτεινεν, ὥστε τὴν πόλιν σχεδὸν ἔρημον γενέσθαι.
14.2 εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφʼ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπʼ ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme