Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

53.4 ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων. ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δʼ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστʼ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.
55.5 διὸ καὶ τὰ νοσήματα τότε πάντα καυματώδη συνέβαινεν εἶναι διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. διὰ δὲ ταύτην τὴν αἰτίαν οἱ πλεῖστοι τῶν νοσούντων ἔρριπτον ἑαυτοὺς εἰς τὰ φρέατα καὶ τὰς κρήνας, ἐπιθυμοῦντες αὐτῶν καταψύξαι τὰ σώματα.
12.2 ἀναριθμήτων δὲ τὸ πλῆθος ἀνθρώπων ἀρυομένων καθάπερ ἔκ τινος πηγῆς μεγάλης ἀκέραιον διαμένει τὸ πλήρωμα. ἔστι δὲ καὶ πλησίον τῆς πηγῆς ταύτης ἀνάδοσις τῷ μὲν μεγέθει βραχεῖα, δύναμιν δὲ θαυμάσιον ἔχουσα. προβάλλει γὰρ ἀτμὸν θειώδη καὶ βαρύν, ᾧ τὸ προσελθὸν ζῷον ἅπαν ἀποθνήσκει, περιπῖπτον ὀξείᾳ καὶ παραδόξῳ τελευτῇ· πνεύματος γὰρ κατοχῇ χρόνον ὑπομεῖναν διαφθείρεται, καθάπερ κωλυομένης τῆς τοῦ πνεύματος ἐκφορᾶς ὑπὸ τῆς προσπεσούσης ταῖς ἀναπνοαῖς δυνάμεως· εὐθὺς δὲ διοιδεῖ καὶ πίμπραται τὸ σῶμα, μάλιστα τοὺς περὶ τὸν πνεύμονα
50.1 τοῦ δʼ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν. ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι.
10.6 οἱ δʼ Ἀθηναῖοι διὰ τὴν ὑπερβολὴν τῆς νόσου τὰς αἰτίας τῆς συμφορᾶς ἐπὶ τὸ θεῖον ἀνέπεμπον. διὸ καὶ κατά τινα χρησμὸν ἐκάθηραν τὴν νῆσον Δῆλον, Ἀπόλλωνος μὲν οὖσαν ἱεράν, δοκοῦσαν δὲ μεμιάνθαι διὰ τὸ τοὺς τετελευτηκότας ἐν αὐτῇ τεθάφθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme