Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

38.5 συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας, ὁ Περικλῆς, δεινότητι λόγου πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι. συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις.
44.8 τήν τε Ἀφροδίτην ὀνομάζεσθαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως, καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν.
32.3 Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι, περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς. ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρʼ Ἕλλησι νομίμων ἐξηλλαγμένον.
40.1 περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme