Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

37.4 διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει, διʼ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτʼ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων. πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνέβαινεν αὐτῷ καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας.
97.3 τὴν δὲ περὶ τὸν Ὄκνον μυθοποιίαν δείκνυσθαι πλησίον κατά τινα πανήγυριν συντελουμένην, πλέκοντος μὲν ἑνὸς ἀνδρὸς ἀρχὴν σχοινίου μακράν, πολλῶν δʼ ἐκ τῶν ὀπίσω λυόντων τὸ πλεκόμενον.
31.3 ἔτι δὲ τὴν ἀσιτίαν, ὥστε ἡναγκάσθησαν ἀφέμενοι τῆς μάχης καταστρατοπεδεῦσαι. Εὐμενὴς μὲν οὖν ἐπεχείρει ἀναζευγνύειν ἐπὶ τῶν νεκρῶν, σπεύδων κρατεῖν τῆς τούτων ἀναιρέσεως καὶ τὴν νίκην ἀναμφισβήτητον περιποιήσασθαι. οὐ προσεχόντων δὲ τῶν στρατιωτῶν, ἀλλὰ βοώντων ἐπὶ τὴν ἰδίαν ἀποσκευὴν ἀναχωρεῖν μακρὰν ἀπέχουσαν ἠναγκάσθη πεισθῆναι τῷ πλήθει·
39.1 τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασαμένων τῷ Φειδίᾳ τινὲς διενεχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τῶν τῶν θεῶν βωμῶν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους.
97.4 Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυθολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme