Book 5
97.1
πολλὰ δὲ καὶ τῶν ἄλλων τῶν μεμυθοποιημένων διαμένειν παρʼ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῷ πράττειν ἐνεργείας.
31.1
βοηθῆσαι τοῖς περὶ τὸν Εὔδαμον. ἤδη δὲ τῆς ὥρας οὔσης περὶ λύχνων ἁφὰς ἀμφότεροι τοὺς φεύγοντας ἀνακαλεσάμενοι πάλιν πᾶσαν ἐξέταττον τὴν δύναμιν· τοσαύτης φιλονεικίας ὑπῆρχον πλήρεις οὐχ οἱ στρατηγοὶ μόνον, ἀλλὰ καὶ τὰ πλήθη τῶν ἀγωνιζομένων.
37.3
ἀδημονοῦντος δʼ αὐτοῦ περὶ τούτων, Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρʼ αὐτῷ, παῖς ὢν τὴν ἡλικίαν, ἀφορμὴν αὐτῷ παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας. θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης. τοῦ δὲ Περικλέους εἰπόντος, ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταις, ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς ἀποδῷ τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῷ.
97.2
ἐν μὲν γὰρ Ἀκανθῶν πόλει, πέραν τοῦ Νείλου κατὰ τὴν Λιβύην ἀπὸ σταδίων ἑκατὸν καὶ εἴκοσι τῆς Μέμφεως, πίθον εἶναι τετρημένον, εἰς ὃν τῶν ἱερέων ἑξήκοντα καὶ τριακοσίους καθʼ ἑκάστην ἡμέραν ὕδωρ φέρειν εἰς αὐτὸν ἐκ τοῦ Νείλου·
31.2
τῆς δὲ νυκτὸς οὔσης αἰθρίου καὶ πανσελήνου καὶ τῶν δυνάμεων ἀντιπαραγουσῶν ἀλλήλαις ὡς ἂν ἐν τέτταρσι πλέθροις ὁ ψόφος τῶν ὅπλων καὶ τῶν ἵππων ὁ φρυαγμὸς ἐν χερσὶν ἐδόκει πᾶσιν εἶναι τοῖς ἀντιτεταγμένοις. ὡς δὲ παράγοντες ἀπέσχον ἀπὸ τῶν ἐν τῇ μάχῃ πεπτωκότων ὡς τριάκοντα σταδίους, ἡ μὲν ὥρα κατελάμβανεν μεσονύκτιος, κακῶς δὲ διέκειντο ἀμφότεροι διά τε τὴν ὁδοιπορίαν καὶ τὴν ἐν τῇ μάχῃ κακοπάθειαν,