Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

51.7 τοῦ δὲ πολέμου χρονίζοντος οἱ Λεοντῖνοι διαπρεσβευσάμενοι πρὸς τοὺς Συρακοσίους διελύθησαν. διόπερ αἱ μὲν τῶν Ἀθηναίων τριήρεις ἀπέπλευσαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τοῖς Λεοντίνοις μεταδόντες τῆς πολιτείας ἅπαντας Συρακοσίους ἐποίησαν, καὶ τὴν πόλιν φρούριον ἀπέδειξαν τῶν Συρακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
56.4 τοῦ δʼ Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύαστο. τοῦ μὲν γὰρ εἰς τὸ πρὸς ἑσπέραν κειμένου μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον, ἐξ ὀπτῆς πλίνθου. ἕτερον δʼ ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθʼ ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπὰ τῇ τῶν χρωμάτων φιλοτεχνίᾳ τὴν ἀλήθειαν ἀπομιμούμενα·
1.6 κινδυνευούσης δὲ τῆς πόλεως ἄρδην μετὰ τῶν κατοικούντων ἀπολέσθαι βοήθειά τις αὐτόματος ἐγένετο· τοῦ γὰρ τείχους ῥαγέντος ἐπὶ πολὺν τόπον ἐξέπεσε ταύτῃ τὸ συνεστηκὸς ὕδωρ εἰς τὴν θάλασσαν καὶ ταχὺ πάλιν ἕκαστος εἰς τὴν προϋπάρχουσαν τάξιν ἀποκατέστη.
55.1 κατὰ δὲ τὴν Ἑλλάδα Λέσβιοι μὲν ἀπέστησαν ἀπὸ τῶν Ἀθηναίων· ἐνεκάλουν γὰρ αὐτοῖς, ὅτι βουλομένων συνοικίζειν πάσας τὰς κατὰ τὴν Λέσβον πόλεις εἰς τὴν Μυτιληναίων πόλιν διεκώλυσαν.
56.5 οὗτος δʼ ὁ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακοσίας πλίνθους, τὸ δʼ ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντήκοντα· τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα.
1.7 συνήργησε δὲ τοῖς κινδυνεύουσι καὶ τὸ μεθʼ ἡμέραν γενέσθαι τὸν κατακλυσμόν· οἱ γὰρ πλεῖστοι φθάσαντες ἐξεπήδησαν ἐκ τῶν οἰκιῶν εἰς τοὺς μετεώρους τόπους τῆς πόλεως· πρὸς δὲ τούτοις τὸ μὴ πλινθίνας εἶναι τὰς οἰκίας, ἀλλὰ λιθίνας καὶ διὰ τοῦτο τοὺς ἐπὶ τὰ στέγη καταφυγόντας ἀσφαλῶς διασωθῆναι.
55.2 διὸ καὶ πρὸς Λακεδαιμονίους ἀποστείλαντες πρεσβευτὰς καὶ συμμαχίαν συνθέμενοι συνεβούλευον τοῖς Σπαρτιάταις ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· πρὸς ταύτην δὲ τὴν ἐπιβολὴν ἐπηγγείλαντο πολλὰς τριήρεις εἰς τὸν πόλεμον παρέξεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme