Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

56.2 ὧν ποιησάντων τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν, αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστήκεσαν ἀπʼ ἀλλήλων πόδας δώδεκα. τοὺς δὲ συνερειδομένους λίθους τόρμοις σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα. τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατεσκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατʼ ὀλίγον ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῇ τούτου βίᾳ συνείκουσαι πραΰνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ.
1.4 τοῦ δʼ ὕδατος παραδόξως ἀθροιζομένου πᾶς μὲν ὁ περὶ τὸ δεῖγμα καὶ Διονύσιον τόπος ἐπεπλήρωτο, πρὸς δὲ τὸ Ἀσκληπιεῖον ἤδη τοῦ λιμνάζοντος τόπου προσιόντος ἐκπλαγεῖς μὲν ἦσαν ἅπαντες, πρὸς δὲ τὴν σωτηρίαν διαφόροις ἐχρῶντο κρίσεσιν.
51.6 τούτων δὲ πραττομένων κατέπλευσαν νῆες τετταράκοντα, ἃς ἀπέστειλεν ὁ δῆμος, κρίνων γενναιότερον ἅπτεσθαι τοῦ πολέμου· ἡγεῖτο δʼ αὐτῶν Εὐρυμέδων καὶ Σοφοκλῆς. ἀθροισθεισῶν δὲ τῶν τριήρων εἰς ἕνα τόπον ἀξιόλογος ἤδη στόλος κατεσκεύαστο, συγκείμενος ἐκ τριήρων ὀγδοήκοντα.
56.3 ἡ μὲν οὖν γέφυρα, κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν Σεμιράμιδος ἔργων τῇ φιλοτεχνίᾳ λείπεσθαι. ἐξ ἑκατέρου δὲ μέρους τοῦ ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα. ᾠκοδόμησε δὲ καὶ βασίλεια διπλᾶ παρʼ αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμʼ ἔμελλε τήν τε πόλιν ἅπασαν κατοπτεύσειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων.
1.5 οἱ μὲν γὰρ αὐτῶν εἰς τὰ πλοῖα συνέφυγον, οἱ δʼ ἐπὶ τὸ θέατρον ἀνέδραμον, τινὲς δὲ τῶν περικαταλαμβανομένων ὑπὸ τοῦ δεινοῦ διαποροῦντες ἐπὶ τοὺς ὑψηλοτάτους βωμοὺς καὶ τὰς τῶν ἀνδριάντων βάσεις προσανέβησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme