Book 5
11.2
καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δʼ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι.
11.3
τῆς δὲ γερουσίας ἐγκαλούσης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους· οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν. προσπλεύσαντες δὲ τῇ προειρημένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῇ τοὺς ἐγκαλουμένους.
11.4
οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν. ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάντων συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν· ἀφʼ ἧς αἰτίας ἡ νῆσος ἔτυχε τῆς προσηγορίας. οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες.
12.1
ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν. τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν.