Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

40.6 τὴν μὲν οὖν κοινὴν νομοθεσίαν συντελεσθῆναί φασιν ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, καὶ δόξης τυχεῖν τῆς διαδεδομένης παρὰ τοῖς ἄλλοις· ἐν δὲ τοῖς ὕστερον χρόνοις πολλὰ τῶν καλῶς ἔχειν δοκούντων νομίμων φασὶ κινηθῆναι, Μακεδόνων ἐπικρατησάντων καὶ καταλυσάντων εἰς τέλος τὴν βασιλείαν τῶν ἐγχωρίων.
30.1 ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένετο τὰ στρατόπεδα καὶ τὸ σύσσημον ἤρθη παρʼ ἀμφοτέροις, ἐπηλάλαξαν μὲν αἱ δυνάμεις ἐπαλλὰξ πλεονάκις, ἐσήμηναν δʼ οἱ σαλπιγκταὶ τὸ πολεμικόν. πρῶτοι δʼ οἱ μετὰ Πίθωνος ἱππεῖς, στερεὸν μὲν οὐδὲν οὐδʼ ἀξιόλογον ἔχοντες πρόφραγμα περὶ αὐτούς, ὑπερέχοντες δὲ τῶν ἀντιτεταγμένων τῷ τε πλήθει καὶ ταῖς ἐλαφρότησιν, ἐπειρῶντο χρήσασθαι τοῖς ἰδίοις προτερήμασι.
90.3 ὁμοίως δὲ καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν κεκοινωνηκότων τῆς ἀποικίας καὶ πολλὰς χρείας παρεσχημένων, πολὺς ἦν ὁ λόγος, ἑκάστου τῆς τιμῆς ταύτης σπεύδοντος τυχεῖν. τέλος δὲ τῶν Θουρίων πεμψάντων εἰς Δελφοὺς τοὺς ἐπερωτήσοντας τίνα χρὴ τῆς πόλεως οἰκιστὴν ἀγορεύειν, ὁ θεὸς ἔχρησεν αὑτὸν δεῖν κτίστην νομίζεσθαι. τούτῳ τῷ τρόπῳ λυθείσης τῆς ἀμφισβητήσεως τὸν Ἀπόλλω κτίστην τῶν Θουρίων ἀπέδειξαν, καὶ τὸ πλῆθος τῆς στάσεως ἀπολυθὲν εἰς τὴν προϋπάρχουσαν ὁμόνοιαν ἀποκατέστη.
96.1 τούτων δʼ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρʼ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ τῆς παιδείας μετάσχωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme