Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

55.8 διόπερ παραλαβοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας, καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν. οἱ δʼ ἔνδον ἐπὶ τῇ καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν.
98.9 τὸ παραπλήσιον δʼ οἵ τε σατράπαι καὶ τῶν ἄλλων ἡγεμόνων τε καὶ στρατιωτῶν οἱ πλεῖστοι, τὸν στρατηγὸν ἐγκαταλιπόντες, τῆς ἰδίας ἀσφαλείας μόνον ἐφρόντισαν.
53.2 ἦν δὲ τῶν ἀπεσταλμένων ἀρχιπρεσβευτὴς Γοργίας ὁ ῥήτωρ, δεινότητι λόγου πολὺ προέχων πάντων τῶν καθʼ ἑαυτόν. οὗτος καὶ τέχνας ῥητορικὰς πρῶτος ἐξεῦρε καὶ κατὰ τὴν σοφιστείαν τοσοῦτο τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε μισθὸν λαμβάνειν παρὰ τῶν μαθητῶν μνᾶς ἑκατόν.
55.9 τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως ὁ βασιλεὺς θαυμάσας τὴν ἀρετὴν τῆς γυναικὸς τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῷ παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῷ συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην.
46.1 Ἀντίγονος δὲ παραδόξως κυριεύσας τοῦ τʼ Εὐμενοῦς καὶ πάσης τῆς ἀντιτεταγμένης δυνάμεως Ἀντιγένην μὲν τὸν τῶν ἀργυρασπίδων ἡγούμενον συλλαβὼν καὶ καταθέμενος εἰς σειρὸν ζῶντα κατέκαυσεν, Εὔδημον δὲ τὸν ἐξ Ἰνδῶν καταγαγόντα τοὺς ἐλέφαντας καὶ Κελβανὸν καί τινας ἄλλους τῶν ἀλλοτρίως ἀεὶ πρὸς αὐτὸν ἐχόντων ἀνεῖλεν.
50.3 οὗτος οὖν καταντήσας εἰς τὰς Ἀθήνας καὶ παραχθεὶς εἰς τὸν δῆμον διελέχθη τοῖς Ἀθηναίοις περὶ τῆς συμμαχίας, καὶ τῷ ξενίζοντι τῆς λέξεως ἐξέπληξε τοὺς Ἀθηναίους ὄντας εὐφυεῖς καὶ φιλολόγους.
55.10 δυσχερῶς δʼ αὐτοῦ φέροντος, ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν. ὁ δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα περιπεσὼν λύττῃ τινὶ καὶ μανίᾳ, βρόχον ἑαυτῷ περιθεὶς ἀνεκρέμασε. Σεμίραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme