Book 5
39.5
ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος ἢ παρελθὼν γνωσθῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατʼ Αἴγυπτον, τὴν δʼ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι· τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καθʼ ᾅδου μετὰ τῶν εὐσεβῶν.
27.2
Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.
32.2
κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν. οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις· οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν.