Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

30.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δʼ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατʼ ὀλίγον κατακτήσασθαι.
37.6 καθόλου δὲ πᾶν τὸ σῶμα τὸ μὲν πρῶτον κεδρίᾳ καί τισιν ἄλλοις ἐπιμελείας ἀξιοῦσιν ἐφʼ ἡμέρας πλείους τῶν τριάκοντα, ἔπειτα σμύρνῃ καὶ κιναμώμῳ καὶ τοῖς δυναμένοις μὴ μόνον πολυχρόνιον τήρησιν, ἀλλὰ καὶ τὴν εὐωδίαν παρέχεσθαι· θεραπεύσαντες δὲ παραδιδόασι τοῖς συγγενέσι τοῦ τετελευτηκότος οὕτως ἕκαστον τῶν τοῦ σώματος μελῶν ἀκέραιον τετηρημένον ὥστε καὶ τὰς ἐπὶ τοῖς βλεφάροις καὶ ταῖς ὀφρύσι τρίχας διαμένειν καὶ τὴν ὅλην πρόσοψιν τοῦ %5σώματος ἀπαράλλακτον εἶναι καὶ τὸν τῆς μορφῆς τύπον γνωρίζεσθαι·
23.6 παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον. προέχοντος δʼ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme