Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

3.6 ὡς δʼ αὐτῷ καὶ τἄλλα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, πεντήκοντα μὲν τριήρεσιν ἀνήχθη καὶ τετρακισχιλίοις ὁπλίταις, καταπλεύσας δὲ τῆς Λακωνικῆς εἰς Μεθώνην, τοῦτο μὲν τὸ χωρίον εἷλε, τῶν δὲ Λακεδαιμονίων βοηθησάντων ἀνέζευξε, καὶ παραπλεύσας εἰς τὸ Γύθειον, ἐπίνειον τῶν Λακεδαιμονίων, χειρωσάμενος δὲ καὶ ταύτην τὴν πόλιν καὶ τὰ νεώρια τῶν Λακεδαιμονίων ἐμπρήσας, τὴν χώραν ἐδῄωσεν.
3.9 οὐ μὴν καὶ τἀληθὲς οὕτως ἔχει, διὰ δὲ τῆς πολυχειρίας τῆς τὰ χώματα βαλούσης πάλιν τὸ πᾶν ἔργον εἰς τὴν προϋπάρχουσαν ἀποκατεστάθη τάξιν· τριάκοντα μὲν γὰρ καὶ ἓξ μυριάδες ἀνδρῶν, ὥς φασι, ταῖς τῶν ἔργων λειτουργίαις προσήδρευσαν, τὸ δὲ πᾶν κατασκεύασμα τέλος ἔσχε μόγις ἐτῶν εἴκοσι διελθόντων
arg. ιγ. Ἀντιγόνου πορεία διὰ τῆς ἐρήμου ἐπὶ τοὺς πολεμίους καὶ ἐπίθεσις τοῖς ἐν τῇ παραχειμασίᾳ θηρίοις.
64.7 ἐκεῖθεν δὲ ἀναχθεὶς ἔπλευσε τῆς Κεφαλληνίας εἰς Ζάκυνθον· ταύτην δὲ χειρωσάμενος καὶ πάσας τὰς ἐν τῇ Κεφαλληνίᾳ πόλεις προσαγαγόμενος, εἰς τὸ πέραν διέπλευσε καὶ κατῆρεν εἰς Ναύπακτον. ὁμοίως δὲ καὶ ταύτην ἐξ ἐφόδου λαβών, κατῴκισεν εἰς ταύτην Μεσσηνίων τοὺς ἐπισήμους, ὑποσπόνδους ὑπὸ Λακεδαιμονίων ἀφεθέντας·
64.1 τελευτήσαντος δὲ τοῦ βασιλέως τούτου διεδέξατο τὴν ἀρχὴν ὁ ἀδελφὸς Κεφρὴν καὶ ἦρξεν ἔτη ἓξ πρὸς τοῖς πεντήκοντα· ἔνιοι δέ φασιν οὐκ ἀδελφόν, ἀλλʼ υἱὸν παραλαβεῖν τὴν ἀρχήν, ὀνομαζόμενον Χαβρύην.
arg. ιδ. ὡς παρατάξεως γενομένης Ἀντίγονος ἐκυρίευσε πάσης τῆς τῶν ἀντιταχθέντων δυνάμεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme