Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

44.1 μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν. ὁ δʼ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δʼ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην. ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους.
47. περὶ τῶν νήσων τῶν ἐν τῇ μεσημβρίᾳ κατὰ τὸν ὠκεανὸν εὑρεθεισῶν.
37.2 τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον· οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι.
44.2 Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν.
1.1 ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
39.3 ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχʼ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπʼ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme