Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

95.3 ἐν ταύτῃ τῶν πολιτῶν τινες καταλῦσαι τὴν αὐτονομίαν βουλόμενοι διελέχθησαν τοῖς Βοιωτοῖς, ἐπαγγελλόμενοι τὴν πόλιν ὑπὸ τὴν τῶν Θηβαίων τάξειν συντέλειαν καὶ παραδώσειν αὐτοῖς τὰς Πλαταιάς, ἐὰν αὐτοὶ στρατιώτας πέμψωσι τοὺς βοηθοῦντας.
46.8 τοῦ γὰρ παντὸς σώματος τὴν κατασκυὴν εἰς ἓν καὶ εἴκοσι μέρη καὶ προσέτι τέταρτον διαιρουμένους τὴν ὅλην ἀποδιδόναι συμμετρίαν τοῦ ζῴου. διόπερ ὅταν περὶ τοῦ μεγέθους οἱ τεχνῖται πρὸς ἀλλήλους σύνθωνται, χωρισθέντες ἀπʼ ἀλλήλων σύμφωνα κατασκευάζουσι τὰ μεγέθη τῶν ἔργων οὕτως ἀκριβῶς ὥστε ἔκπληξιν παρέχειν τὴν ἰδιότητα τῆς πραγματείας αὐτῶν.
89.5 τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον·
95.4 διὸ καὶ τῶν Βοιωτῶν ἀποστειλάντων στρατιώτας ἐπιλέκτους τριακοσίους νυκτός, οἱ προδόται τούτους παρεισαγαγόντες ἐντὸς τῶν τειχῶν κυρίους τῆς πόλεως ἐποίησαν.
46.9 τὸ δʼ ἐν τῇ Σάμῳ ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνίᾳ κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζῴου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοθεν· εἶναι δʼ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα.
89.6 ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων. οὐ μὴν ἀλλʼ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς.
95.5 οἱ δὲ Πλαταιεῖς βουλόμενοι τὴν πρὸς Ἀθηναίους συμμαχίαν διαφυλάττειν, τὸ μὲν πρῶτον ὑπολαβόντες πανδημεὶ τοὺς Θηβαίους παρεῖναι, διεπρεσβεύσαντο πρὸς τοὺς κατειληφότας τὴν πόλιν καὶ παρεκάλουν συνθέσθαι σπονδάς· ὡς δʼ ἡ νὺξ παρῆλθε, κατανοήσαντες ὀλίγους ὄντας, συνεστράφησαν καὶ περὶ τῆς ἐλευθερίας ἐκθύμως ἠγωνίζοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme