Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

 
ὁ δὲ Ῥαδάμανθυς διατρίβων εἰς τὰς νήσους τὰς κατʼ ἀντικρὺ τῆς Ἰωνίας καὶ Καρίας κειμένας Ἔρυθρον μὲν κτίστην ἐποίησε τῆς ἐπωνύμου πόλεως κατὰ τὴν Ἀσίαν, Οἰνοπίωνα δὲ τὸν Ἀριάδνης τῆς Μίνω υἱὸν κύριον τῆς Χίου κατέστησε.
 
ταῦτα μὲν οὖν ἐπράχθη πρὸ τῶν Τρωικῶν· μετὰ δὲ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλέον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων Κρητῶν κατῴκησαν. ὕστερον δὲ τῶν Ἑλλήνων αὐξηθέντων συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme