Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

79.3 τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος. ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ.
30.2 ὅταν δʼ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, τῶν δʼ ἱερέων οἷς ἐστιν ἐπιμελὲς ἄγουσι τὸν μόσχον τὸ μὲν πρῶτον εἰς Νείλου πόλιν, ἐν ᾗ τρέφουσιν αὐτὸν ἐφʼ ἡμέρας τετταράκοντα, ἔπειτʼ εἰς θαλαμηγὸν ναῦν οἴκημα κεχρυσωμένον ἔχουσαν ἐμβιβάσαντες ὡς θεὸν ἀνάγουσιν εἰς Μέμφιν εἰς τὸ τοῦ Ἡφαίστου τέμενος.
19.2 οὐ μὴν ἀλλʼ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας. οὐσῶν δʼ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές· ἡ μὲν γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme