Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

31.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Γενύκιον καὶ Ἀγρίππαν Κούρτιον Χίλωνα. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν τὸ ἔθνος τῶν Καμπανῶν συνέστη, καὶ ταύτης ἔτυχε τῆς προσηγορίας ἀπὸ τῆς ἀρετῆς τοῦ πλησίον κειμένου πεδίου. κατὰ δὲ τὴν Ἀσίαν οἱ τοῦ Κιμμερίου Βοσπόρου βασιλεύσαντες, ὀνομασθέντες δὲ Ἀρχαιανακτίδαι, ἦρξαν ἔτη δύο πρὸς τοῖς τετταράκοντα· διεδέξατο δὲ τὴν ἀρχὴν Σπάρτακος, καὶ ἦρξεν ἔτη ἑπτά.
39.5 ὅταν δὲ μηδεὶς ὑπακούσῃ κατήγορος ἢ παρελθὼν γνωσθῇ συκοφάντης ὑπάρχειν, οἱ μὲν συγγενεῖς ἀποθέμενοι τὸ πένθος ἐγκωμιάζουσι τὸν τετελευτηκότα, καὶ περὶ μὲν τοῦ γένους οὐδὲν λέγουσιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ὑπολαμβάνοντες ἅπαντας ὁμοίως εὐγενεῖς εἶναι τοὺς κατʼ Αἴγυπτον, τὴν δʼ ἐκ παιδὸς ἀγωγὴν καὶ παιδείαν διελθόντες, πάλιν ἀνδρὸς γεγονότος τὴν εὐσέβειαν καὶ δικαιοσύνην, ἔτι δὲ τὴν ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς αὐτοῦ διεξέρχονται, καὶ παρακαλοῦσι τοὺς κάτω θεοὺς δέξασθαι σύνοικον τοῖς εὐσεβέσι· τὸ δὲ πλῆθος ἐπευφημεῖ καὶ ἀποσεμνύνει τὴν δόξαν τοῦ τετελευτηκότος, ὡς τὸν αἰῶνα διατρίβειν μέλλοντος καθʼ ᾅδου μετὰ τῶν εὐσεβῶν.
27.2 Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.
32.2 κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν. οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις· οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme