Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

77.6 ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖστον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δʼ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην· διόπερ
77.7 ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρʼ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δʼ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν Κρήτῃ γεγεννημένων.
77.8 τιμᾶται δὲ καὶ παρὰ τοῖς Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρʼ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ. παραπλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δʼ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον.
78.1 μετὰ δὲ τὰς τῶν θεῶν γενέσεις ὕστερον πολλαῖς γενεαῖς φασι γενέσθαι κατὰ τὴν Κρήτην ἥρωας οὐκ ὀλίγους, ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα. τούτους γὰρ μυθολογοῦσιν ἐκ Διὸς γεγεννῆσθαι καὶ τῆς Ἀγήνορος Εὐρώπης, ἥν φασιν ἐπὶ ταύρου διακομισθῆναι προνοίᾳ θεῶν εἰς τὴν Κρήτην.
78.2 Μίνω μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι τῆς νήσου, καὶ κτίσαι πόλεις οὐκ ὀλίγας ἐν αὐτῇ, τούτων δʼ ἐπιφανεστάτας τρεῖς, Κνωσὸν μὲν ἐν τοῖς πρὸς τὴν Ἀσίαν νεύουσι μέρεσι τῆς νήσου, Φαιστὸν δʼ ἐπὶ θαλάττης ἐστραμμένην ἐπὶ μεσημβρίαν, Κυδωνίαν δʼ ἐν τοῖς πρὸς ἑσπέραν κεκλιμένοις τόποις κατʼ ἀντικρὺ τῆς Πελοποννήσου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme