Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

76.4 τοὺς δʼ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομένην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας· οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθένειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρʼ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσάπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι.
77.1 πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης αὐτοῦ τῆς γενέσεως. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.
77.2 ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme