Book 5
86.4
ὁμοίως δὲ καὶ τῶν πρεσβυτέρων οἱ πλείους ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, οὐχ ὑπομείναντες τὰς ἐκ τῆς ἁλώσεως ὕβρεις. οἱ δὲ Συρακόσιοι τοὺς πρότερον ἀηττήτους γεγονότας νικήσαντες ἐπιφανῶς, τὴν μὲν πόλιν ἐξανδραποδισάμενοι κατέσκαψαν, τῶν δὲ λαφύρων τὰ κράτιστα ἀπέστειλαν εἰς Δελφοὺς χαριστήρια τῷ θεῷ.
37.5
οἱ ταριχευταὶ δὲ καλούμενοι πάσης μὲν τιμῆς καὶ πολυωρίας ἀξιοῦνται, τοῖς τε ἱερεῦσι συνόντες καὶ τὰς εἰς ἱερὸν εἰσόδους ἀκωλύτως ὡς καθαροὶ ποιοῦνται· πρὸς δὲ τὴν θεραπείαν τοῦ παρεσχισμένου σώματος ἀθροισθέντων αὐτῶν εἷς καθίησι τὴν χεῖρα διὰ τῆς τοῦ νεκροῦ τομῆς εἰς τὸν θώρακα καὶ πάντα ἐξαιρεῖ χωρὶς νεφρῶν καὶ καρδίας, ἕτερος δὲ καθαίρει τῶν ἐγκοιλίων ἕκαστον κλύζων οἴνῳ φοινικείῳ καὶ θυμιάμασι.
22.5
τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν. ὁ δʼ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως.
30.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δʼ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατʼ ὀλίγον κατακτήσασθαι.