Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

6.4 ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
6.5 ὕσταται δʼ ἀποικίαι τῶν Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι καὶ πόλεις παρὰ θάλατταν ἐκτίσθησαν. ἀναμιγνύμενοι δʼ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον καὶ ταῖς ἀγωγαῖς συντραφέντες τὸ τελευταῖον τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, Σικελιῶται προσαγορευθέντες.
7.1 ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς νήσους τὰς ὀνομαζομένας Αἰολίδας. αὗται δʼ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δʼ ἔχουσι ταύτας, Στρογγύλη καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα,
7.2 καθʼ ἣν ὁμώνυμος πόλις καθίδρυται. κεῖνται δʼ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπʼ εὐθείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν. ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλήσιαι· ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον σταδίων ὡς ἑκατὸν πεντήκοντα.
7.3 αὗται δὲ πᾶσαι πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά. ἐν δὲ τῇ Στρογγύλῃ καὶ τῇ Ἱερᾷ μέχρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μέγεθος καὶ βρόμος ἐξαίσιος· ἐκφυσᾶται δὲ καὶ ἅμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme