Book 4
60.3
μετὰ δὲ ταῦτα τὴν Εὐρώπην Ἀστέριος ὁ βασιλεὺς τῆς Κρήτης ἔγημεν· ἄπαις δʼ ὢν τοὺς τοῦ Διὸς παῖδας υἱοποιησάμενος διαδόχους τῆς βασιλείας ἀπέλιπε. τούτων δὲ Ῥαδάμανθυς μὲν τοῖς Κρησὶν ἐνομοθέτησε, Μίνως δὲ διαδεξάμενος τὴν βασιλείαν καὶ γήμας Ἰτώνην τὴν Λυκτίου Λύκαστον ἐγέννησεν, ὃς διαδεξάμενος τὴν ἀρχὴν καὶ γήμας Ἴδην τὴν Κορύβαντος ἐγέννησε Μίνωα τὸν δεύτερον, ὅν τινες Διὸς υἱὸν ἀναγράφουσιν. οὗτος πρῶτος Ἑλλήνων ναυτικὴν δύναμιν ἀξιόλογον συστησάμενος ἐθαλαττοκράτησε.
60.4
γήμας δὲ Πασιφάην τὴν Ἡλίου καὶ Κρήτης ἐγέννησε Δευκαλίωνα καὶ Κατρέα καὶ Ἀνδρόγεων καὶ Ἀριάδνην, καὶ ἕτερα τέκνα ἔσχε πλείονα νόθα. τῶν δὲ Μίνωος υἱῶν Ἀνδρόγεως μὲν εἰς τὰς Ἀθήνας κατήντησε Παναθηναίων συντελουμένων, Αἰγέως βασιλεύοντος, ἐν δὲ τοῖς ἀγῶσι νικήσας τοὺς ἀθλητὰς ἅπαντας συνήθης ἐγένετο τοῖς Πάλλαντος παισίν.
60.5
ἐνταῦθʼ ὁ μὲν Αἰγεὺς ὑποπτεύσας τὴν Ἀνδρόγεω φιλίαν, μήποθʼ ὁ Μίνως βοηθήσας τοῖς υἱοῖς τοῦ Πάλλαντος ἀφέληται τὴν ἀρχήν, ἐπεβούλευσε τῷ Ἀνδρόγεῳ. βαδίζοντος οὖν αὐτοῦ εἰς τὰς Θήβας ἐπί τινα θεωρίαν, ἐδολοφόνησεν αὐτὸν διά τινων ἐγχωρίων περὶ Οἰνόην τῆς Ἀττικῆς.