Book 4
59.5
ἀνεῖλε δὲ καὶ περὶ τὴν Ἐλευσῖνα Κερκυόνα τὸν διαπαλαίοντα τοῖς παριοῦσι καὶ τὸν ἡττηθέντα διαφθείροντα. μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Προκρούστην ἀπέκτεινε, τὸν οἰκοῦντα ἐν τῷ λεγομένῳ Κορυδαλλῷ τῆς Ἀττικῆς· οὗτος δὲ τοὺς παριόντας ὁδοιπόρους ἠνάγκαζεν ἐπί τινος κλίνης ἀναπίπτειν, καὶ τῶν μὲν μακροτέρων τὰ ὑπερέχοντα μέρη τοῦ σώματος ἀπέκοπτε, τῶν δʼ ἐλαττόνων τοὺς πόδας προέκρουεν, ἀφʼ οὗπερ Προκρούστης ὠνομάσθη.
59.6
κατορθώσας δὲ τὰ προειρημένα κατήντησεν εἰς τὰς Ἀθήνας, καὶ τὸν Αἰγέα διὰ τῶν συμβόλων ἀνεγνώρισε. μετὰ δὲ ταῦτα τὸν ἐν Μαραθῶνι ταῦρον, ὃν Ἡρακλῆς τελῶν ἆθλον ἐκ Κρήτης ἀπήγαγεν εἰς Πελοπόννησον, συμπλακεὶς καὶ κρατήσας τοῦ ζῴου ἀπήγαγεν εἰς τὰς Ἀθήνας· τοῦτον δʼ Αἰγεὺς παραλαβὼν ἔθυσεν Ἀπόλλωνι.
60.1
λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ Μινωταύρου τοῦ ἀναιρεθέντος ὑπὸ Θησέως, ἵνα συντελέσωμεν τὰς τοῦ Θησέως πράξεις. ἀναγκαῖον δʼ ἐστὶ προσαναδραμόντας τοῖς χρόνοις τὰ συμπεπλεγμένα τούτοις διελθεῖν, ἵνα σαφὴς ἡ σύμπασα γένηται διήγησις.
60.2
Τέκταμος ὁ Δώρου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος εἰς Κρήτην πλεύσας μετὰ Αἰολέων καὶ Πελασγῶν ἐβασίλευσε τῆς νήσου, γήμας δὲ τὴν Κρηθέως θυγατέρα ἐγέννησεν Ἀστέριον. οὗ βασιλεύοντος ἐν Κρήτῃ Ζεύς, ὥς φασιν, Εὐρώπην ἁρπάσας ἐκ Φοινίκης καὶ διακομίσας εἰς Κρήτην ἐπὶ ταύρου, μιγεὶς τρεῖς υἱοὺς ἐγέννησε, Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα.