Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

 
περιττότερον γὰρ αὐτὸν τὰ κατὰ τὴν ἀστρολογίαν ἐκπεπονηκότα καὶ τὴν τῶν ἄστρων σφαῖραν φιλοτέχνως εὑρόντα ἔχειν ὑπόληψιν ὡς τὸν κόσμον ὅλον ἐπὶ τῶν ὤμων φοροῦντα. παραπλησίως δὲ καὶ τοῦ Ἡρακλέους ἐξενέγκαντος εἰς τοὺς Ἕλληνας τὸν σφαιρικὸν λόγον, δόξης μεγάλης τυχεῖν, ὡς διαδεδεγμένον τὸν Ἀτλαντικὸν κόσμον, αἰνιττομένων τῶν ἀνθρώπων τὸ γεγονός.
 
τοῦ δʼ Ἡρακλέους περὶ ταῦτʼ ὄντος φασὶ τὰς ὑπολειφθείσας Ἀμαζόνας περὶ τὸν Θερμώδοντα ποταμὸν ἀθροισθείσας πανδημεὶ σπεῦσαι τοὺς Ἕλληνας ἀμύνασθαι περὶ ὧν Ἡρακλῆς στρατεύσας διειργάσατο. διαφορώτατα δὲ τοὺς Ἀθηναίους ἐφιλοτιμοῦντο διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην, ὡς δʼ ἔνιοι γράφουσιν, Ἱππολύτην.
 
συστρατευσάντων δὲ τῶν Σκυθῶν θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροισθῆναι, μεθʼ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης. τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελθοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρατοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπʼ ἐκείνων Ἀμαζονεῖον.
 
Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνάμεσιν, ἔχων μεθʼ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιόπην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον. συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δʼ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον.
 
συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον. αἱ δʼ ὑπολειφθεῖσαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετʼ ἐκείνων κατῴκησαν. ἡμεῖς δʼ ἀρκούντως περὶ τούτων διεληλυθότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρακλέους πράξεις.
 
Τετελεκότος γὰρ αὐτοῦ τοὺς ἄθλους, καὶ τοῦ θεοῦ χρήσαντος συμφέρειν πρὸ τῆς εἰς θεοὺς μεταλλαγῆς ἀποικίαν εἰς Σαρδὼ πέμψαι καὶ τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς ἡγεμόνας ποιῆσαι ταύτης, ἔκρινε τὸν ἀδελφιδοῦν Ἰόλαον ἐκπέμψαι μετὰ τῶν παίδων διὰ τὸ παντελῶς νέους εἷναι.
 
ἀναγκαῖον δʼ ἡμῖν φαίνεται προδιελθεῖν περὶ τῆς γενέσεως τῶν παίδων, ἵνα τὸν περὶ τῆς ἀποικίας λόγον καθαρώτερον ἐκθέσθαι δυνηθῶμεν. Θέσπιος ἦν ἀνὴρ τὸ γένος ἐπιφανὴς ἐκ τῶν Ἀθηνῶν, υἱὸς Ἐρεχθέως, βασιλεύων δὲ τῆς ὁμωνύμου χώρας ἐγέννησεν ἐκ πλειόνων γυναικῶν θυγατέρας πεντήκοντα.
 
Ἡρακλέους δʼ ἔτι παιδὸς ὄντος τὴν ἡλικίαν, καὶ ῥώμῃ σώματος ὑπερφυοῦς ὄντος, ἐφιλοτιμήθη τὰς θυγατέρας ἐκ τούτου τεκνοποιήσασθαι. διὸ καλέσας αὐτὸν ἐπί τινα θυσίαν καὶ λαμπρῶς ἑστιάσας, ἀπέστειλε κατὰ μίαν τῶν θυγατέρων· αἷς ἀπάσαις μιγεὶς καὶ ποιήσας ἐγκύους ἐγένετο πατὴρ υἱῶν πεντήκοντα. ὧν λαβόντων τὴν κοινὴν προσηγορίαν ἀπὸ τῶν Θεσπιάδων, καὶ γενομένων ἐνηλίκων, ἔκρινεν ἐκπέμπειν τούτους εἰς τὴν ἀποικίαν τὴν εἰς Σαρδόνα κατὰ τὸν χρησμόν.
 
ἡγουμένου δὲ τοῦ στόλου παντὸς Ἰολάου, καὶ συνεστρατευμένου σχεδὸν ἁπάσας τὰς στρατείας, ἐπέτρεψεν αὐτῷ τὰ περὶ τοὺς Θεσπιάδας καὶ τὴν ἀποικίαν τῶν δὲ πεντήκοντα παίδων δύο μὲν κατέμειναν ἐν ταῖς Θήβαις, ὧν τοὺς ἀπογόνους φασὶ μέχρι τοῦ νῦν τιμᾶσθαι, ἑπτὰ δʼ ἐν Θεσπιαῖς, οὓς ὀνομάζουσι δημούχους, ὧν καὶ τοὺς ἀπογόνους ἡγήσασθαί φασι τῆς πόλεως μέχρι τῶν νεωτέρων καιρῶν.
 
τοὺς δὲ λοιποὺς ἅπαντας Ἰόλαος ἀναλαβὼν καὶ πολλοὺς ἄλλους τοὺς βουλομένους κοινωνεῖν τῆς ἀποικίας, ἔπλευσεν εἰς τὴν Σαρδόνα. κρατήσας δὲ μάχῃ τῶν ἐγχωρίων, κατεκληρούχησε τὸ κάλλιστον τῆς νήσου, καὶ μάλιστα τὴν πεδιάδα χώραν, ἣν μέχρι τοῦ νῦν καλεῖσθαι Ἰολαεῖον.
 
ἐξημερώσας δὲ τὴν χώραν καὶ καταφυτεύσας δένδρεσι καρπίμοις κατεσκεύασε περιμάχητον ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος διωνομάσθη τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
 
τότε δʼ ὁ Ἰόλαος καταστήσας τὰ περὶ τὴν ἀποικίαν, καὶ τὸν Δαίδαλον ἐκ τῆς Σικελίας μεταπεμψάμενος, κατεσκεύασεν ἔργα πολλὰ καὶ μεγάλα μέχρι τῶν νῦν καιρῶν διαμένοντα καὶ ἀπὸ τοῦ κατασκευάσαντος Δαιδάλεια καλούμενα. ᾠκοδόμησε δὲ καὶ γυμνάσια μεγάλα τε καὶ πολυτελῆ, καὶ δικαστήρια κατέστησε καὶ τἄλλα τὰ πρὸς τὴν εὐδαιμονίαν συντείνοντα.
 
ὠνόμασε δὲ καὶ τοὺς λαοὺς Ἰολαείους, ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν, συγχωρησάντων τῶν Θεσπιαδῶν, καὶ δόντων αὐτῷ τοῦτο τὸ γέρας καθαπερεί τινι πατρί. διὰ γὰρ τὴν πρὸς αὐτοὺς σπουδὴν ἐπὶ τοσοῦτʼ εὐνοίας προήχθησαν ὥστʼ ἐπώνυμον αὐτῷ περιθεῖναι τὴν τοῦ γονέως προσηγορίαν· διόπερ ἐν τοῖς ὕστερον χρόνοις οἱ τὰς θυσίας τελοῦντες τούτῳ τῷ θεῷ προσαγορεύουσιν αὐτὸν Ἰόλαον πατέρα, καθάπερ οἱ Πέρσαι τὸν Κῦρον.
 
μετὰ δὲ ταῦτα ὁ μὲν Ἰόλαος ἐπανιὼν εἰς τὴν Ἑλλάδα, καὶ προσπλεύσας τῇ Σικελίᾳ, οὐκ ὀλίγον χρόνον διέτριψεν ἐν τῇ νήσῳ. καθʼ ὃν δὴ χρόνον καί τινες τῶν συναποδημούντων αὐτῷ διὰ τὸ κάλλος τῆς χώρας κατέμειναν ἐν τῇ Σικελίᾳ, καὶ τοῖς Σικανοῖς καταμιγέντες ἐν ταύτῃ κατῴκησαν, τιμώμενοι διαφερόντως ὑπὸ τῶν ἐγχωρίων. ὁ δʼ Ἰόλαος μεγάλης ἀποδοχῆς τυγχάνων καὶ πολλοὺς εὐεργετῶν ἐν πολλαῖς τῶν πόλεων ἐτιμήθη τεμένεσι καὶ τιμαῖς ἡρωικαῖς.
 
ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν ἀποικίαν ταύτην· ὁ μὲν γὰρ θεὸς ἔχρησεν αὐτοῖς ὅτι πάντες οἱ τῆς ἀποικίας ταύτης μετασχόντες καὶ οἱ τούτων ἔκγονοι διατελέσουσιν ἅπαντα τὸν αἰῶνα διαμένοντες ἐλεύθεροι, τὸ δʼ ἀποτέλεσμα τούτων ἀκολούθως τῷ χρησμῷ διέμεινε μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
 
οἱ μὲν γὰρ λαοὶ διὰ τὸ πλῆθος τοῦ χρόνου, πλειόνων τῶν βαρβάρων ὄντων τῶν μετεσχηκότων τῆς ἀποικίας, ἐξεβαρβαρώθησαν, καὶ μεταστάντες εἰς τὴν ὀρεινὴν ἐν ταῖς δυσχωρίαις κατῴκησαν, ἐθίσαντες δʼ ἑαυτοὺς τρέφεσθαι γάλακτι καὶ κρέασι καὶ πολλὰς ἀγέλας κτηνῶν τρέφοντες οὐκ ἐπεδέοντο σίτου· κατασκευάσαντες δʼ οἰκήσεις ἑαυτοῖς καταγείους καὶ τὴν τοῦ βίου διεξαγωγὴν ἐν τοῖς ὀρύγμασι ποιούμενοι τοὺς ἐκ τῶν πολέμων κινδύνους ἐξέφυγον.
 
διὸ καὶ πρότερον μὲν Καρχηδόνιοι, μετὰ δὲ ταῦτα Ῥωμαῖοι πολλάκις πολεμήσαντες τούτοις τῆς προθέσεως διήμαρτον. καὶ περὶ μὲν Ἰολάου καὶ Θεσπιαδῶν, ἔτι δὲ τῆς ἀποικίας τῆς εἰς Σαρδόνα γενομένης ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δʼ Ἡρακλέους τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν.
 
τελέσας γὰρ τοὺς ἄθλους τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ, διὰ τὴν περὶ τὰ τέκνα συμφορὰν ὑποπτευσάμενος τὴν ἐξ ἐκείνης παιδοποιίαν, ἑτέραν δʼ ἐζήτει πρὸς τέκνων γένεσιν ἀνύποπτον. διόπερ ἐμνήστευσεν Ἰόλην τὴν Εὐρύτου τοῦ δυναστεύσαντος Οἰχαλίας.
 
ὁ δʼ Εὔρυτος διὰ τὴν ἐκ τῆς Μεγάρας γενομένην ἀτυχίαν εὐλαβηθείς, ἀπεκρίθη βουλεύσεσθαι περὶ τοῦ γάμου. ὁ δʼ ἀποτυχὼν τῆς μνηστείας διὰ τὴν ἀτιμίαν ἐξήλασε τὰς ἵππους τοῦ Εὐρύτου.
 
Ἰφίτου δὲ τοῦ Εὐρύτου τὸ γεγονὸς ὑποπτεύσαντος καὶ παραγενομένου κατὰ ζήτησιν τῶν ἵππων εἰς Τίρυνθα, τοῦτον μὲν ἀναβιβάσας ὁ Ἡρακλῆς ἐπί τινα πύργον ὑψηλὸν ἐκέλευσεν ἀφορᾶν μή που νεμόμεναι τυγχάνουσιν· οὐ δυναμένου δὲ κατανοῆσαι τοῦ Ἰφίτου, φήσας αὐτὸν ψευδῶς κατῃτιᾶσθαι τὴν κλοπὴν κατεκρήμνισεν ἀπὸ τοῦ πύργου.
 
διὰ δὲ τὸν τούτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον. ὁ μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας μὴ προσδέξασθαι τὸν καθαρμόν·
 
ὁ δʼ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δʼ ἀπολυθῆναι τῆς νόσου ἐπηρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας. τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παισίν, ἀναγκαζόμενος πείθεσθαι ὑπὸ τῆς νόσου τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν. ἐκεῖ δʼ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένου δοῦλος ἐγένετο Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων.
 
καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, ὁ δʼ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε.
 
τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν.
 
ἡ δʼ Ὀμφάλη ἀποδεχομένη τὴν ἀνδρείαν τὴν Ἡρακλέους, καὶ πυθομένη τίς ἐστι καὶ τίνων, ἐθαύμασε τὴν ἀρετήν, ἐλεύθερον δʼ ἀφεῖσα καὶ συνοικήσασα αὐτῷ Λάμον ἐγέννησε. προϋπῆρχε δὲ τῷ Ἡρακλεῖ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόδαιος.
 
μετὰ δὲ ταῦτα ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν εἰς Ἴλιον, ἐγκαλῶν Λαομέδοντι τῷ βασιλεῖ. οὗτος γὰρ Ἡρακλέους στρατεύοντος μετὰ Ἰάσονος ἐπὶ τὸ χρυσόμαλλον δέρος, καὶ τὸ κῆτος ἀνελόντος, ἀπεστέρησε τῶν ὡμολογημένων ἵππων, περὶ ὧν ἐν τοῖς Ἀργοναύτοις τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.
 
καὶ τότε μὲν διὰ τὴν μετʼ Ἰάσονος στρατείαν ἀσχοληθείς, ὕστερον δὲ λαβὼν καιρὸν ἐπὶ τὴν Τροίαν ἐστράτευσεν, ὡς μέν τινές φασι, ναυσὶ μακραῖς ὀκτωκαίδεκα, ὡς δὲ Ὅμηρος γέγραφεν, ἓξ ταῖς ἁπάσαις, ἐν οἷς παρεισάγει τὸν υἱὸν αὐτοῦ Τληπόλεμον λέγοντα ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
 
ὁ δʼ οὖν Ἡρακλῆς καταπλεύσας εἰς τὴν Τρῳάδα αὐτὸς μὲν μετὰ τῶν ἀρίστων προῆγεν ἐπὶ τὴν πόλιν, ἐπὶ δὲ τῶν νεῶν ἀπέλιπεν ἡγεμόνα τὸν Ἀμφιαράου υἱὸν Οἰκλέα. Λαομέδων δʼ ἀπροσδοκήτου τῆς παρουσίας τῶν πολεμίων γενομένης δύναμιν ἀξιόλογον συναγαγεῖν ἐξεκλείσθη διὰ τὴν ὀξύτητα τῶν καιρῶν, ἀθροίσας δʼ ὅσους ἐδύνατο, μετὰ τούτων ἦλθεν ἐπὶ τὰς ναῦς, ἐλπίζων, εἰ ταύτας ἐμπρήσειε, τέλος ἐπιθήσειν τῷ πολέμῳ. τοῦ δὲ Οἰκλέους ἀπαντήσαντος, ὁ μὲν στρατηγὸς Οἰκλῆς ἔπεσεν, οἱ δὲ λοιποὶ συνδιωχθέντες εἰς τὰς ναῦς ἔφθασαν ἀναπλεύσαντες ἀπὸ τῆς γῆς.
 
Λαομέδων δʼ ἐπανελθὼν καὶ πρὸς τῇ πόλει τοῖς μεθʼ Ἡρακλέους συμβαλὼν αὐτός τε ἔπεσε καὶ τῶν συναγωνιζομένων οἱ πλείους· Ἡρακλῆς δὲ τὴν πόλιν ἑλὼν κατὰ κράτος καὶ πολλοὺς ἐν χειρῶν νόμῳ κατασφάξας, Πριάμῳ τὴν βασιλείαν ἀπέδωκε τῶν Ἰλιαδῶν διὰ τὴν δικαιοσύνην·
 
οὗτος γὰρ μόνος τῶν υἱῶν τοῦ Λαομέδοντος ἐναντιούμενος τῷ πατρὶ τὰς ἵππους ἀποδοῦναι συνεβούλευσεν τῷ Ἡρακλεῖ κατὰ τὰς ἐπαγγελίας. ὁ δʼ Ἡρακλῆς ἐστεφάνωσε Τελαμῶνα ἀριστείοις, δοὺς αὐτῷ τὴν Λαομέδοντος θυγατέρα Ἡσιόνην· οὗτος γὰρ κατὰ τὴν πολιορκίαν πρῶτος βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν, Ἡρακλέους προσβαλόντος κατὰ τὸ καρτερώτατον μέρος τοῦ τείχους τῆς ἀκροπόλεως.
 
μετὰ δὲ ταῦτα Ἡρακλῆς μὲν ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν ἐπʼ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ· γενομένης δὲ μάχης πρὸς τοὺς Ἠλείους, τότε μὲν ἄπρακτος ἐπανῆλθεν εἰς Ὤλενον πρὸς Δεξαμενόν· τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι, συνδειπνῶν Ἡρακλῆς καὶ θεασάμενος ἐν τοῖς γάμοις ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμενον, ἀπέκτεινεν.
 
εἰς Τίρυνθα δὲ Ἡρακλέους ἐπανελθόντος, Εὐρυσθεὺς αἰτιασάμενος αὐτὸν ἐπιβουλεύειν τῇ βασιλείᾳ προσέταξεν ἀπελθεῖν ἐκ Τίρυνθος αὐτόν τε καὶ τὴν Ἀλκμήνην καὶ Ἰφικλέα καὶ Ἰόλαον. διόπερ ἀναγκασθεὶς ἔφυγε μετὰ τούτων καὶ κατῴκησε
 
τῆς Ἀρκαδίας ἐν Φενεῷ. ἐντεῦθεν δὲ ὁρμώμενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλεσθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυτον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους.
 
μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν· ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθʼ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ.
 
μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν· ἐφʼ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπʼ αὐτούς· μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφʼ ἑαυτοῦ γενομένοις φυλάττειν.
 
ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν μεθʼ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα· τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν· τῶν δʼ ἐναντίων αὐτός τε ὁ Ἱπποκόων καὶ μετʼ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δʼ ἄλλων Σπαρτιατῶν παμπληθεῖς.
 
ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ταύτην ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν.
 
Ἄλεως δʼ ἀγνοῶν τὸ πεπραγμένον, ὡς ὁ τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα. τῆς δʼ Αὔγης ἀποφαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταποντίσαι.
 
Αὔγη δʼ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν· τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα. μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν·
 
ὁ γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι· οὗτοι δʼ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme