Book 4
57.1
ὁ δʼ οὖν Σεσόωσις χώματα πολλὰ καὶ μεγάλα κατασκευάσας τὰς πόλεις εἰς ταῦτα μετῴκισεν, ὅσαι μὴ φυσικῶς τὸ ἔδαφος ἐτύγχανον ἐπηρμένον ἔχουσαι, ὅπως κατὰ τὰς πληρώσεις τοῦ ποταμοῦ καταφυγὰς ἔχωσιν ἀκινδύνους οἵ τε ἄνθρωποι καὶ τὰ κτήνη.
70.1
οἱ δὲ Μεγαλοπολῖται γνόντες τὴν ἐπιβουλὴν τοῦ Πολυπέρχοντος ἐψηφίσαντο τὰ μὲν ἀπὸ τῆς χώρας κατάγειν εἰς τὴν πόλιν, τῶν δὲ πολιτῶν καὶ ξένων καὶ δούλων ἀριθμὸν ποιησάμενοι μυρίους καὶ πεντακισχιλίους εὗρον τοὺς δυναμένους παρέχεσθαι τὰς πολεμικὰς χρείας. εὐθὺς οὖν τοὺς μὲν εἰς τάξεις κατελόχιζον, οὓς δὲ πρὸς τὰς ὑπηρεσίας τοῖς ἔργοις καθίστανον, οὓς δʼ ἐπὶ τὴν ἐπιμέλειαν τῶν τειχῶν ἔταττον.
57.6
αἱ μὲν οὖν κατὰ Σικελίαν ἐν ταῖς πόλεσι στάσεις καὶ ταραχαὶ τοῦτον τὸν τρόπον κατελύθησαν, αἱ δὲ πόλεις τὰς ἀπαλλοτρίους πολιτείας ἀποβαλοῦσαι σχεδὸν ἅπασαι τὰς ἰδίας χώρας κατεκληρούχησαν τοῖς πολίταις πᾶσιν.
77.2
κατὰ πᾶσαν δὲ τὴν χώραν τὴν ἀπὸ Μέμφεως ἐπὶ θάλατταν ὤρυξε πυκνὰς ἐκ τοῦ ποταμοῦ διώρυχας, ἵνα τὰς μὲν συγκομιδὰς τῶν καρπῶν ποιῶνται συντόμως καὶ ῥᾳδίως, ταῖς δὲ πρὸς ἀλλήλους τῶν λαῶν ἐπιμιξίαις καὶ πᾶσι τοῖς τόποις ὑπάρχῃ ῥᾳστώνη καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν πολλὴ δαψίλεια· τὸ δὲ μέγιστον, πρὸς τὰς τῶν πολεμίων ἐφόδους ὀχυρὰν καὶ δυσέμβολον ἐποίησε τὴν χώραν·