Book 4
70.9
ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν.
54.4
τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου δὲ καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
70.6
τῶν δὲ Λακεδαιμονίων οὔτε χρήματα δεξαμένων οὔτε ἄλλως προσεχόντων τοῖς ὑπὸ Περσῶν ἀξιουμένοις ἀπογνοὺς τὴν ἀπὸ τῶν Λακεδαιμονίων βοήθειαν ὁ Ἀρταξέρξης ἄλλας δυνάμεις παρεσκευάζετο· ἐπιστήσας δὲ αὐτοῖς ἡγεμόνας Ἀρτάβαζον καὶ Μεγάβυζον, ἄνδρας ἀρετῇ διαφέροντας, ἐξέπεμψε πολεμήσοντας τοῖς Αἰγυπτίοις.
75.10
ἐπιεικῶς δὲ προσενεχθεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔθνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατʼ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δʼ ἀθροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆθος ἀνυπέρβλητον ἐπανῆλθεν εἰς τὴν πατρίδα, μεγίστας πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος.
72.5
πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.