Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 4

65.4 συνεβούλευσεν οὖν αὐτῷ πρὸ τοῦ κατασχεῖν ἐκεῖνον τὴν ἀρχὴν σκοπεῖν ὅπως μὴ δουλεύσῃ διὰ ῥᾳθυμίαν, ἀλλὰ βασιλεύσῃ τὸν φονέα τοῦ πατρὸς τιμωρησάμενος· ἐπηγγείλατο δʼ αὐτῷ συνεργοὺς παρέξεσθαι τοὺς δορυφόρους τοῦ βασιλέως.
53.1 Σεσόωσιν δέ φασιν ὕστερον ἑπτὰ γενεαῖς βασιλέα γενόμενον ἐπιφανεστάτας καὶ μεγίστας τῶν πρὸ αὐτοῦ πράξεις ἐπιτελέσασθαι. ἐπεὶ δὲ περὶ τούτου τοῦ βασιλέως οὐ μόνον οἱ συγγραφεῖς οἱ παρὰ τοῖς Ἕλλησι διαπεφωνήκασι πρὸς ἀλλήλους, ἀλλὰ καὶ τῶν κατʼ Αἴγυπτον οἵ τε ἱερεῖς καὶ οἱ διὰ τῆς ᾠδῆς αὐτὸν ἐγκωμιάζοντες οὐχ ὁμολογούμενα λέγουσιν, ἡμεῖς πειρασόμεθα τὰ πιθανώτατα καὶ τοῖς ὑπάρχουσιν ἔτι κατὰ τὴν χώραν σημείοις τὰ μάλιστα συμφωνοῦντα διελθεῖν.
68.3 ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες· ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
65.5 πεισθέντος δὲ τοῦ Ἀρταξέρξου καὶ παραχρῆμα μετὰ τῶν δορυφόρων ἀνελόντος τὸν ἀδελφὸν Δαρεῖον, ὁρῶν αὑτῷ τὴν ἐπιβολὴν εὐροοῦσαν, καὶ παραλαβὼν τοὺς ἰδίους υἱοὺς καὶ φήσας καιρὸν ἔχειν τὴν βασιλείαν κατακτήσασθαι, παίει τῷ ξίφει τὸν Ἀρταξέρξην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme