Book 4
ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς· ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν. τέλος δὲ προβαινούσης ἐπὶ πολὺ τῆς κατὰ τὰς θεὰς ἐπιφανείας, οἱ μὲν ἐγχώριοι πολλοῖς ἀναθήμασιν ἀργυροῖς καὶ χρυσοῖς διετέλεσαν τιμῶντες ἄχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων.
νεὼν μὲν γὰρ αὐταῖς κατεσκεύασαν οὐ μόνον τῷ μεγέθει διάφορον, ἀλλὰ καὶ τῇ πολυτελείᾳ τῇ κατὰ τὴν οἰκοδομίαν θαυμαζόμενον· οὐκ ἔχοντες γὰρ κατὰ τὴν ἰδίαν χώραν λίθον ἀξιόλογον παρὰ τῶν ἀστυγειτόνων Ἀγυριναίων ἤγαγον, τῶν μὲν πόλεων διεστηκυιῶν ὡς ἑκατὸν σταδίους, τῆς δʼ ὁδοῦ διʼ ἧς ἀνάγκη κομίζεσθαι τοὺς λίθους ὑπαρχούσης τραχείας καὶ παντελῶς δυσπορεύτου· δι’ ἣν αἰτίαν κατασκευάσαντες ἁμάξας τετρακύκλους ἑκατὸν ζεύγεσι βοῶν ἐκόμισαν τὸν λίθον.
διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων· βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.
ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες περὶ Ἀρισταίου γράφειν ἐγχειρήσομεν. Ἀρισταῖος γὰρ ἦν υἱὸς μὲν Ἀπόλλωνος καὶ Κυρήνης τῆς Ὑψέως θυγατρὸς τοῦ Πηνειοῦ· περὶ δὲ τῆς γενέσεως αὐτοῦ μυθολογοῦσί τινες οὕτως. Ἀπόλλωνα, περὶ τὸ Πήλιον τρεφομένης κόρης ὄνομα Κυρήνης κάλλει διαφερούσης, ἐρασθῆναι τῆς παρθένου, καὶ μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν, ἐν ᾗ κατὰ τοὺς ὕστερον χρόνους τινὰ κτίσαντα πόλιν ἀπʼ ἐκείνης ὀνομάσαι Κυρήνην.
τὸν δʼ οὖν Ἀπόλλω κατὰ ταύτην τὴν χώραν ἐκ Κυρήνης γεννήσαντα υἱὸν Ἀρισταῖον τοῦτον μὲν νήπιον ὄντα παραδοῦναι ταῖς Νύμφαις τρέφειν· ταύτας δὲ τῷ παιδὶ τρεῖς ὀνομασίας προσάψαι· καλεῖν γὰρ αὐτὸν Νόμιον, Ἀρισταῖον, Ἀγρέα. τοῦτον δὲ παρὰ τῶν Νυμφῶν μαθόντα τήν τε τοῦ γάλακτος πῆξιν καὶ τὴν κατασκευὴν τῶν σμήνων, ἔτι δὲ τῶν ἐλαιῶν τὴν κατεργασίαν,
διδάξαι πρῶτον τοὺς ἀνθρώπους. διὰ δὲ τὴν εὐχρηστίαν τὴν ἐκ τούτων τῶν εὑρημάτων τοὺς εὐεργετηθέντας ἀνθρώπους τιμῆσαι τὸν Ἀρισταῖον ἰσοθέοις τιμαῖς, καθὰ καὶ τὸν Διόνυσον. μετὰ δὲ ταῦτά φασιν αὐτὸν εἰς Βοιωτίαν καταντήσαντα γῆμαι τῶν Κάδμου θυγατέρων Αὐτονόην, ἐξ ἧς φασιν Ἀκτέωνα γενέσθαι τὸν κατὰ τοὺς μύθους ὑπὸ τῶν ἰδίων κυνῶν διασπασθέντα.
τὴν δʼ αἰτίαν ἀποδιδόασι τῆς ἀτυχίας οἱ μὲν ὅτι κατὰ τὸ τῆς Ἀρτέμιδος ἱερὸν διὰ τῶν ἀνατιθεμένων ἀκροθινίων ἐκ τῶν κυνηγίων προῃρεῖτο τὸν γάμον κατεργάσασθαι τῆς Ἀρτέμιδος, οἱ δʼ ὅτι τῆς Ἀρτέμιδος αὑτὸν πρωτεύειν ταῖς κυνηγίαις ἀπεφήνατο.
οὐκ ἀπίθανον δὲ ἐπʼ ἀμφοτέροις τούτοις μηνῖσαι τὴν θεόν· εἴτε γὰρ τοῖς ἁλισκομένοις πρὸς τὴν ἀκοινώνητον τοῖς γάμοις κατεχρῆτο πρὸς τὸ συντελέσαι τὴν ἰδίαν ἐπιθυμίαν, εἴτε καὶ ταύτης ἐτόλμησεν εἰπεῖν αἱρετώτερον αὑτὸν εἶναι κυνηγόν ᾗ καὶ θεοὶ παρακεχωρήκασι τῆς ἐν τούτοις ἁμίλλης, ὁμολογουμένην καὶ δικαίαν ὀργὴν ἔσχε πρὸς αὐτὸν ἡ θεός. καθόλου δὲ πιθανῶς εἰς τὴν τῶν ἁλισκομένων θηρίων μεταμορφωθεὶς ἰδέαν ὑπὸ τῶν καὶ τἄλλα θηρία χειρουμένων κυνῶν διεφθάρη.
τὸν δʼ Ἀρισταῖόν φασιμετὰ τὴν Ἀκτέωνος τελευτὴν ἐλθεῖν εἰς τὸ χρηστήριον τοῦ πατρός, καὶ τὸν Ἀπόλλω προειπεῖν αὐτῷ τὴν εἰς Κέων νῆσον μετάβασιν ἐσομένην αὐτοῦ καὶ τὰς ἐσομένας παρὰ τοῖς Κείοις τιμάς.
τὸν δὲ πλεῦσαι μὲν εἰς τὴν νῆσον ταύτην, λοιμοῦ δὲ τὴν Ἑλλάδα κατασχόντος ποιήσασθαι τὴν θυσίαν ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων. γενομένης δὲ τῆς θυσίας κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, καθʼ ἣν συνέβαινε πνεῖν τοὺς ἐτησίας, λῆξαι τὰς λοιμικὰς νόσους.
τοῦτο δʼ ἄν τις συλλογιζόμενος εἰκότως θαυμάσαι τὸ τῆς περιπετείας ἴδιον· ὁ γὰρ ὑπὸ τῶν κυνῶν ἰδὼν τὸν υἱὸν τετελευτηκότα, οὗτος τῶν κατὰ τὸν οὐρανὸν ἄστρων τὸ τὴν αὐτὴν ἔχον προσηγορίαν καὶ φθείρειν νομιζόμενον τοὺς ἀνθρώπους ἔπαυσε, καὶ τοῖς ἄλλοις αἴτιος ἐγένετο τῆς σωτηρίας.
λέγουσι δὲ τὸν Ἀρισταῖον ἐκγόνους ἐν τῇ Κέῳ καταλιπόντα, καὶ μετὰ ταῦτα εἰς τὴν Λιβύην ἐπανελθόντα, ἀπὸ τῆς μητρὸς Νύμφης τὴν ἀναγωγὴν ποιησάμενον εἰς τὴν Σαρδὼ νῆσον καταπλεῦσαι. ἐν δὲ ταύτῃ κατοικήσαντα, καὶ τὴν νῆσον διὰ τὸ κάλλος στέρξαντα, φυτεῦσαί τε αὐτὴν καὶ τὸ πρότερον ἐξηγριωμένην ἡμερῶσαι. γεννῆσαι δʼ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον.
μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας. διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθʼ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν.
τὸ δὲ τελευταῖον μυθολογοῦσιν αὐτὸν εἰς Θρᾴκην παραβαλόντα πρὸς Διόνυσον μετασχεῖν τῶν ὀργίων, καὶ συνδιατρίψαντα τῷ θεῷ πολλὰ μαθεῖν παρʼ αὐτοῦ τῶν χρησίμων· περὶ δὲ τὸ ὄρος τὸ καλούμενον Αἷμον οἰκήσαντά τινα χρόνον ἄφαντον γενέσθαι, καὶ τυχεῖν ἀθανάτων τιμῶν οὐ μόνον ἐνταῦθα παρὰ τοῖς βαρβάροις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι.
καὶ περὶ μὲν Ἀρισταίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ Δάφνιδος καὶ Ἔρυκος πειρασόμεθα διεθεῖν. Ἔρυκά φασιν υἱὸν μὲν γενέσθαι Ἀφροδίτης καὶ Βούτα, βασιλέως τινὸς ἐγχωρίου δόξῃ διαφέροντος· τοῦτον δὲ διὰ τὴν ἀπὸ τῆς μητρὸς εὐγένειαν θαυμασθῆναί τε ὑπὸ τῶν ἐγχωρίων καὶ βασιλεῦσαι μέρους τῆς νήσου. κτίσαι δὲ καὶ πόλιν ἀξιόλογον ὁμώνυμον αὑτῷ, κειμένην ἐπί τινος ὑψηλοῦ τόπου· κατὰ δὲ τὴν ἄκραν τὴν ἐν τῇ πόλει τῆς μητρὸς ἱερὸν ἱδρύσασθαι, καὶ κοσμῆσαι τῇ τε κατασκευῇ τοῦ νεὼ καὶ τῷ πλήθει τῶν ἀναθημάτων.
τὴν δὲ θεὸν διά τε τὴν ἀπὸ τῶν ἐγχωρίων εὐσέβειαν καὶ διὰ τὴν ἀπὸ τοῦ τεκνωθέντος υἱοῦ τιμὴν ἀγαπῆσαι περιττότερον τὴν πόλιν· διόπερ αὐτὴν Ἀφροδίτην Ἐρυκίνην ὀνομασθῆναι. θαυμάσαι δʼ ἄν τις εἰκότως ἀναλογισάμενος τὴν περὶ τὸ ἱερὸν τοῦτο γενομένην δόξαν·
τὰ μὲν γὰρ ἄλλα τεμένη ἀνθήσαντα ταῖς δόξαις πολλάκις διὰ περιστάσεις τινὰς τεταπείνωται, μόνον δὲ τοῦτο τῶν ἐξ αἰῶνος ἀρχὴν λαβὸν οὐδέποτε διέλιπε τιμώμενον, ἀλλὰ καὶ τοὐναντίον ἀεὶ διετέλεσε πολλῆς τυγχάνον αὐξήσεως.
μετὰ γὰρ τὰς προειρημένας ὑπʼ Ἔρυκος τιμὰς ὕστερον Αἰνείας ὁ Ἀφροδίτης πλέων εἰς Ἰταλίαν καὶ προσορμισθεὶς τῇ νήσῳ πολλοῖς ἀναθήμασι τὸ ἱερόν, ὡς ἂν ἰδίας μητρὸς ὑπάρχον, ἐκόσμησε· μετὰ δὲ τοῦτον ἐπὶ πολλὰς γενεὰς τιμῶντες οἱ Σικανοὶ τὴν θεὸν θυσίαις τε μεγαλοπρεπέσι συνεχῶς καὶ ἀναθήμασιν ἐκόσμουν· μετὰ δὲ ταῦτα Καρχηδόνιοι, μέρους τῆς Σικελίας κυριεύσαντες, οὐ διέλιπον τιμῶντες τὴν θεὸν διαφερόντως. τὸ δὲ τελευταῖον Ῥωμαῖοι, πάσης Σικελίας κρατήσαντες, ὑπερεβάλοντο πάντας τοὺς πρὸ αὐτῶν ταῖς εἰς ταύτην τιμαῖς.
καὶ τοῦτο εἰκότως ἐποίουν· τὸ γὰρ γένος εἰς ταύτην ἀναπέμποντες, καὶ διὰ τοῦτο ἐν ταῖς πράξεσιν ἐπιτυχεῖς ὄντες, τὴν αἰτίαν τῆς αὐξήσεως ἠμείβοντο ταῖς προσηκούσαις χάρισι καὶ τιμαῖς.
οἱ μὲν γὰρ καταντῶντες εἰς τὴν νῆσον ὕπατοι καὶ στρατηγοὶ καὶ πάντες οἱ μετά τινος ἐξουσίας ἐπιδημοῦντες, ἐπειδὰν εἰς τὸν Ἔρυκα παραβάλωσι, μεγαλοπρεπέσι θυσίαις καὶ τιμαῖς κοσμοῦσι τὸ τέμενος, καὶ τὸ σκυθρωπὸν τῆς ἐξουσίας ἀποθέμενοι μεταβάλλουσιν εἰς παιδιὰς καὶ γυναικῶν ὁμιλίας μετὰ πολλῆς ἱλαρότητος, μόνως οὕτω νομίζοντες κεχαρισμένην τῇ θεῷ ποιήσειν τὴν ἑαυτῶν παρουσίαν·
ἥ τε σύγκλητος τῶν Ῥωμαίων εἰς τὰς τῆς θεοῦ τιμὰς φιλοτιμηθεῖσα τὰς μὲν πιστοτάτας τῶν κατὰ τὴν Σικελίαν πόλεων οὔσας ἑπτακαίδεκα χρυσοφορεῖν ἐδογμάτισε τῇ Ἀφροδίτῃ καὶ στρατιώτας διακοσίους τηρεῖν τὸ ἱερόν. καὶ περὶ μὲν Ἐρυκος εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν οἰκείαν πεποιήμεθα τὴν περὶ τῆς θεᾶς
ἀπαγγελίαν· νυνὶ δὲ περὶ Δάφνιδος πειρασόμεθα διελθεῖν τὰ μυθολογούμενα. Ἡραῖα γὰρ ὄρη κατὰ τὴν Σικελίαν ἐστίν, ἅ φασι κάλλει τε καὶ φύσει καὶ τόπων ἰδιότησι πρὸς θερινὴν ἄνεσιν καὶ ἀπόλαυσιν εὖ πεφυκέναι. πολλάς τε γὰρ πηγὰς ἔχειν τῇ γλυκύτητι τῶν ὑδάτων διαφόρους καὶ δένδρεσι παντοίοις πεπληρῶσθαι. εἶναι δὲ καὶ δρυῶν μεγάλων πλῆθος, φερουσῶν καρπὸν τῷ μεγέθει διαλλάττοντα, διπλασιάζοντα τῶν ἐν ταῖς ἄλλαις χώραις φυομένων. ἔχειν δὲ καὶ τῶν ἡμέρων καρπῶν αὐτομάτων, ἀμπέλου τε πολλῆς φυομένης καὶ μήλων ἀμυθήτου πλήθους.
διὸ καὶ στρατόπεδόν ποτε Καρχηδονίων ὑπὸ λιμοῦ πιεζόμενον διαθρέψαι, παρεχομένων τῶν ὀρῶν πολλαῖς μυριάσι χορηγίας εἰς τροφὴν ἀνέκλειπτον. ἐν ταύτῃ δὲ τῇ χώρᾳ συναγκείας δένδρων οὔσης θεοπρεποῦς καὶ Νύμφαις. ἄλσους ἀνειμένου μυθολογοῦσι γεννηθῆναι τὸν ὀνομαζόμενον Δάφνιν, Ἑρμοῦ μὲν καὶ Νύμφης υἱόν, ἀπὸ δὲ τοῦ πλήθους καὶ τῆς πυκνότητος τῆς φυομένης δάφνης ὠνομάσθαι Δάφνιν.
τοῦτον δʼ ὑπὸ Νυμφῶν τραφέντα, καὶ βοῶν ἀγέλας παμπληθεῖς κεκτημένον, τούτων ποιεῖσθαι πολλὴν ἐπιμέλειαν· ἀφʼ ἧς αἰτίας βουκόλον αὐτὸν ὀνομασθῆναι. φύσει δὲ διαφόρῳ πρὸς εὐμέλειαν κεχορηγημένον ἐξευρεῖν τὸ βουκολικὸν ποίημα καὶ μέλος, ὃ μέχρι τοῦ νῦν κατὰ τὴν Σικελίαν τυγχάνει διαμένον ἐν ἀποδοχῇ.
μυθολογοῦσι δὲ τὸν Δάφνιν μετὰ τῆς Ἀρτέμιδος κυνηγεῖν ὑπηρετοῦντα τῇ θεῷ κεχαρισμένως, καὶ διὰ τῆς σύριγγος καὶ βουκολικῆς μελῳδίας τέρπειν αὐτὴν διαφερόντως. λέγουσι δʼ αὐτοῦ μίαν τῶν Νυμφῶν ἐρασθεῖσαν προειπεῖν, ἐὰν ἄλλῃ τινὶ πλησιάσῃ, στερήσεσθαι τῆς ὁράσεως· κἀκεῖνον ὑπό τινος θυγατρὸς βασιλέως καταμεθυσθέντα, καὶ πλησιάσαντα αὐτῇ, στερηθῆναι τῆς ὁράσεως κατὰ τὴν γεγενημένην ὑπὸ τῆς Νύμφης πρόρρησιν. καὶ περὶ μὲν Δάφνιδος ἱκανῶς ἡμῖν πάλιν
εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν. λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν. κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.
ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοὶς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήδεις.
φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας.
ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου, καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.
Ἡσίοδος δʼ ὁ ποιητής φησι τοὐναντίον ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον, καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατʼ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.
περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρος ἐν τῇ Νεκυίᾳ μιμνησκόμενός φησι τὸν δὲ μέτʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, οὓς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
ὁμοίως δὲ καὶ περὶ τοῦ μεγέθους ἐμφανίζων, καὶ προεκθέμενος τὰ περὶ τοὺς Ἀλῳάδας, ὅτι ἐνναετεῖς ἦσαν τὸ μὲν εὖρος πηχῶν ἐννέα, τὸ δὲ μῆκος τῶν ἴσων ὀργυιῶν, ἐπιφέρει τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα. ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν περὶ τῶν ἡρώων καὶ ἡμιθέων ἀρκούντως εἰρηκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.